Ancient Greek · ~5 min
Page 614
Joannes Philoponus Phil., De aeternitate mundi 614
Not analysed yet
εἰ μὴ ποτὲ μὲν ποιῇ ποτὲ δὲ οὐ ποιεῖ, ποιεῖ δ' ὅμως δημιουργὸς ὤν, ἀεὶ ποιεῖ ἐξ ἀνάγκης. οὐκοῦν καὶ τὸ γινόμενον, φησίν, ἀεὶ ἔσται. ἀλλ' ἐν τῷ δʹ διὰ πλειόνων δέδεικται, ὡς οἱ τὰς ἕξεις καθ' ὁτιοῦν τελείας ἔχοντες οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν ἐνεργοῦντες κατ' αὐτὰς καὶ μὴ ἐνεργοῦντες. εἰ δὲ μηδεμίαν ἀλλοίωσιν ὑπομένουσιν, οὐκ ἀλλοιοῦνται. εἰ μὴ ἀλλοιοῦνται, οὐ γίνονται κατὰ τοῦτο ἄλλοτε ἄλλοι. εἰ μὴ γίνονται ἄλλοτε ἄλλοι, ὡσαύτως ἔχουσιν ἐνεργοῦντες κατὰ τὰς ἕξεις καὶ μὴ ἐνεργοῦντες· περὶ γὰρ τὸ γινόμενον, οὐ περὶ τὸ ποιοῦν τὴν μεταβολὴν ὑφισταμένην ἐδείξαμεν. ὅτι δὲ οὐδεμίαν ἀλλοίωσιν ὑπομένουσιν οἱ ἐκ τῶν ἕξεων τὰς ἐνεργείας προχειριζόμενοι, ἐδείξαμεν ἐξ ἄλλων τε πλειόνων καὶ ἐκ τοῦ διελέσθαι, ὅτι, εἴπερ ἀλλοίωσίς ἐστιν ἡ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν πρόοδος, ἀνάγκη πᾶσα ἢ πρὸ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν εἶναι λέγειν, ὅτε μόνη ἡ ἕξις ὑπῆρχεν ἄνευ τῆς ἐνεργείας, ἢ αὐτὴν τὴν ἐνέργειαν (τουτέστιν αὐτὸ τὸ δημιουργεῖν ἢ διδάσκειν ἢ ὁτιοῦν ἄλλο) ἀλλοίωσιν φήσομεν ἢ μεταξὺ τῆς τε ἕξεως καὶ τῆς ἐνεργείας τὴν ἀλλοίωσιν καὶ μεταβολὴν ὑποθησόμεθα γίνεσθαι· παρὰ ταῦτα γὰρ οὐκ ἔστιν. δεδειγμένου τοίνυν ἐν ἐκείνοις, ὡς οὔτε τὴν ἕξιν αὐτὴν καθ' αὑτὴν χωρὶς τοῦ δημιουργεῖν ἀλλοίωσιν εἶναι ἢ ὅλως κίνησιν ἐνδέχεται—στάσει γὰρ μᾶλλον ἡ ἕξις, οὐ κινήσει οὐδὲ ἀλλοιώσει ἔοικεν, ὡς καὶ ἐν ἐκείνοις αὐτὸν τὸν Πρόκλον ἐδείξαμεν λέγοντα, καὶ νῦν δὲ