Ancient Greek
Page 625
Joannes Philoponus Phil., De aeternitate mundi 625
Not analysed yet
τροφον φύσεως, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται’. σαφῶς ἄρα Πλάτωνος ἠκούσαμεν λέγοντος, ὅτι τὴν μὲν τάξιν καὶ ἅπαν καλὸν ἐκ τοῦ συνθέντος αὐτὸν ὁ κόσμος ἐκτήσατο, ἐκ δὲ τῆς τοῦ σωματοειδοῦς συγκράσεως καὶ τῆς ἕξεως τῆς συντρόφου φύσεως, ὅσα χαλεπά, αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται. ὥστε οὐ δι' αὐτὸ ψιλῶς τὸ ἀπεῖναι καθ' ὑπόθεσιν τοῦ κόσμου τὸν θεὸν τὴν ἀταξίαν αὐτῷ φησιν ὁ Πλάτων ἐγγίνεσθαι, ὡς ποιητικῆς αἰτίας οὔσης τῆς τοῦ θεοῦ ἀπουσίας τῆς ἐν τῷ κόσμῳ ἀταξίας, ὅτι ὁ μὲν θεὸς ἀπὼν τοσοῦτον μόνον οὐ μεταδίδωσιν τῷ κόσμῳ τῆς παρ' αὐτοῦ τάξεως, τὸ δὲ σωματοειδὲς λοιπὸν τῆς τοῦ κόσμου κράσεως τῶν συντρόφων καὶ τὴν ἐκ φύσεως αὐτῷ προσοῦσαν ἀταξίαν ἐπιδείκνυται, ὡς καὶ τοῦ κυβερνήτου ἀπόντος τὴν σύμφυτον ταραχὴν περὶ τὴν ναῦν τά τε πνεύματα καὶ ὁ κλύδων ἐνδείκνυται. εʹ. Ἔλαθεν δὲ ἑαυτὸν ὁ φιλόσοφος οὐ Πλάτωνι μόνῳ ἀλλὰ καὶ ταῖς ἰδίαις αὑτοῦ ἀποφάνσεσιν ταῖς ἀλλαχοῦ καλῶς εἰρημέναις μαχόμενος. ἄξιον δ' οἶμαι καὶ αὐτὰ τοῦ Πρόκλου ἀντιπαραθεῖναι ἀλλήλοις τὰ ῥήματα, ἵνα λαμπρῶς τὴν μάχην αὐτῶν καὶ ἐναντίω-