Ancient Greek
Page 640
Joannes Philoponus Phil., De aeternitate mundi 640
Not analysed yet
ιʹ. Ὅτι δὲ πολλαχοῦ Πλάτων τοῖς μύθοις χρησάμενος ἢ τὴν πατρῴαν, ὅπερ ἔμπροσθεν εἶπον, συνήθειαν ἀφοσιούμενος ἢ τὸν ἐκ τοῦ πλήθους ὑφορώμενος κίνδυνον, ὡς ἐν τῷ τετάρτῳ κεφαλαίῳ τοῦ ἐνάτου λόγου σαφῶς ἐδείξαμεν, ἵνα μὴ καὶ αὐτὸς ἀθετεῖν μὲν τοὺς καθεστῶτας θεοὺς καινὰ δὲ διδάσκειν δαιμόνια δόξειεν (ᾔδει γὰρ τοῦτο καὶ Σωκράτει θανάτου γενόμενον αἴτιον), ἐν ἑτέροις ἀποτολμᾷ τὰ δοκοῦντα αὐτῷ εἰς φῶς ἀγαγεῖν καὶ διαπαίζει τοὺς μύθους καὶ καταφορᾷ πλείστῃ κατὰ τῶν πλασάντων ποιητῶν κέχρηται, ὀλίγα εἰς πίστιν καὶ τούτου ἐκ τῶν αὐτοῦ Πλάτωνος παραθήσομαι. ἐν τῷ δευτέρῳ τοίνυν τῆς πολιτείας βιβλίῳ τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδον καὶ τῶν λοιπῶν ποιητῶν τὸν κατάλογον τῆς ἰδίας ἀποτειχίζων πόλεως ἀκούεις ποίας αὐτῶν κατηγορίας κατέτεινεν· πρὸς πολλοῖς γὰρ ἄλλοις καὶ ταῦτα προστίθησιν ἐπὶ λέξεως ‘Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ' ἂν μή, ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶν καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν, ὧν δὲ νῦν λέγουσιν τοὺς πολλοὺς ἐκβλητέον. Ποίους δή; ἔφη. Ἐν τοῖς μείζοσι, ἦν δ' ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους· δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸ δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγε,