Ancient Greek · ~2 min
Page 646
Joannes Philoponus Phil., De aeternitate mundi 646
Not analysed yet
περιάγειν καὶ ἐντεῦθεν ἀξιοῖ καὶ τὴν ἐν τῷ Τιμαίῳ παραδιδομένην τοῦ κόσμου γένεσιν καὶ τὴν ἐκ τοῦ ἀτάκτου εἰς τὸ τεταγμένον μεταβολὴν ὡς ἐν ὑποθέσει μόνῃ λέγεσθαι, ἴστω, ὡς ὅτι, κἂν συγχωρήσειέ τις τὰ ἐν τῷ πολιτικῷ ὡς ἐν ὑποθέσει λέγεσθαι, οὐδεμία ἐκ τούτου φαίνεται ἀνάγκη καὶ ἐν Τιμαίῳ τὴν τοῦ κόσμου γένεσιν μέχρι μόνης εἶναι ὑποθέσεως· ἐν μὲν γὰρ τῷ πολιτικῷ αὐτὸ προλαβὼν ***