Ancient Greek
Page 14
Joannes Philoponus Phil., De opificio mundi 14
Not analysed yet
οὐδέτερον τῶν γινομένων ἐστὶ στοιχεῖον. οὔτε γὰρ τὸ τῆς φλογὸς θερμὸν ζῳογόνον ἐστὶν οὔτε τὸ τῆς χιόνος ψυχρόν, εἰ μήπου κατὰ συμβεβηκὸς συντελέσει τοῖς φυτοῖς, τὴν ἐν τῷ βάθει τῆς γῆς ἐναποκλεῖον ἰκμάδα τῇ πυκνώσει τῆς ἐπιφανείας καὶ τῷ κατὰ βραχὺ τηκομένης τὸ ὕδωρ χωρεῖν εἰς τὸ βάθος τῆς γῆς ὥστε πάλιν τὸ ὕδωρ ἐστὶν αἴτιον· εἰ γοῦν ἐπιμένοι τοῦ δέοντος πλέον ἡ χιὼν τοῖς φυομένοις λυμαίνεται· καθ' αὑτὸ γὰρ ὑπερβολὴ πᾶσα φθαρτικόν. τὸ δὲ στοιχειῶδες πῦρ καὶ τὸ ὕδωρ ζῳογόνα καὶ σωτήρια, ἐξ ὧν συνέστη τὰ σύνθετα σώματα. Τοῦτο δὲ τὸ οὐσιῶδες πῦρ μετὰ τὸν ἀέρα συνεχὲς ὂν αὐτῷ καὶ διάκρισιν αἰσθητὴν οὐκ ἔχον συνεπινοεῖται τῷ ἀέρι μέχρι τῆς ἐντὸς ἐπιφανείας τοῦ οὐρανοῦ διῆκον. καλοῦσι δὲ οἱ φυσικοὶ τοῦτο ὑπέκκαυμα ὡς πρὸς ἔξαψιν ἐπιτήδειον. ἐκ μικρᾶς γοῦν αἰτίας ἐξάπτονται φλόγες ἐκεῖ καὶ διᾴττοντες καὶ κομῆται καὶ δαλοὶ καὶ τὰ συγγενῆ τούτοις. τοῦτο δὲ καὶ ἐν τοῖς ὕμνοις τῶν ἔργων τοῦ θεοῦ συμπαρείληπται· ‘εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον’. καὶ ἐν ἑτέρῳ· ‘πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδος’. κάτωθεν γὰρ ἀνιόντων συνίσταται κρύσταλλος πνεύματα χάλαζα ὑετοὶ χιόνες, ὑπερβαίνοντι δὲ τὸν ἀέρα τὸ οὐσιῶδες πῦρ τὸ ὑπέκκαυμα, ἐν ᾧ μάλιστα τὰ εἰρημένα τοῦ πυρὸς γίνονται πάθη. τοῦτο καὶ Μωϋσῆς