Ancient Greek
Page 142
Joannes Philoponus Phil., De opificio mundi 142
Not analysed yet
Ἀλλ' ἴστωσαν ὡς οὐδὲν τῶν ῥημάτων τούτων στάσιν παντελῆ καὶ ἀκινησίαν τῶν εἰρημένων κατηγορεῖ· καὶ γὰρ ἐπὶ τῶν ὁμολογουμένως κινουμένων τοῖς τοιούτοις ἐχρήσατο ῥήμασιν ἡ γραφή· ‘σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας’. καὶ πάλιν· ‘αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν’, καὶ πάντα διηγησάμενος τὰ ἔργα τοῦ θεοῦ κοινῶς ἐπὶ πάντων ἐπήγαγεν· ‘ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται’. τό ‘ἔστησεν’ οὖν καὶ τὰ λοιπὰ ἐπὶ πάντων εἰπὼν δῆλον ὡς οὐχὶ τὴν κατὰ τόπον ἀκινησίαν ἐσήμανεν· περὶ γὰρ τοῦ ἡλίου φησίν· ‘ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ. καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ’. καὶ πάλιν· ‘ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος’. καὶ ὁ ἐκκλησιαστής· ‘ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν’. καὶ ἑτέρωθι πάλιν ἡ γραφή· ‘ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν’· κινεῖται γὰρ ἕκαστον αὐτῆς μέρος ἐν τοῖς σεισμοῖς, εἰ καὶ μὴ ὁμοῦ πάντα. κινεῖται δὲ καὶ κατὰ τὰς ἀλλοιώσεις, γενέσεις τε τῶν μερῶν αὐτῆς καὶ φθοράς. τί δ' ἔστιν τό· ‘τῇ διατάξει σου διαμενεῖ ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου;’ καίτοι