Ancient Greek · ~5 min
Page 16
Joannes Philoponus Phil., De opificio mundi 16
Not analysed yet
ἐνάτην καὶ ἄναστρον εἰσηγήσατο, περὶ ὧν λέγειν νῦν οὐκ ἀναγκαῖον. Οὐκ ἄρα τὰ μή τισιν ἐγνωσμένα πάντως ἀνάγκη μηδὲ εἶναι. τοσοῦτον δέ μοι καὶ μόνον δεδείχθω νῦν, ὅτι συμπεφωνήκασι Μωϋσεῖ Πτολεμαῖος καὶ πρὸ αὐτοῦ Ἵππαρχος τὴν ἔξωθεν ἁπάντων σφαῖραν τὴν ἄναστρον ὑποθέμενοι. ἐξ αὐτοῦ δὲ μᾶλλον τῆς εὑρέσεως εἰλήφασι τὴν ἀρχήν. καὶ γὰρ Μωϋσῆς ἐν τῇ μετ' ἐκείνην, ἣν αὐτὸς ‘στερέωμα’ προσηγόρευσε, δι' ἣν ἐροῦμεν αἰτίαν, ἐνθεῖναί φησι τὸν θεὸν ἥλιόν τε καὶ σελήνην καὶ τῶν ἀστέρων τὴν πληθὺν ἁπάντων. περὶ δὲ τοῦ σχήματος αὐτοῦ ὅτι σφαιρικὸν ἐν τοῖς περὶ τοῦ στερεώματος λόγοις εὐκαιρότερον δείξομεν, ὅτι καὶ τοῖς ἱεροῖς τοῦτο λογίοις δοκεῖ. ηʹ. Ἔνστασις πρὸς Βασίλειον Θεοδώρου τοῦ Μοψουεστίας προϋπάρχειν τοῦ αἰσθητοῦ κόσμου τοὺς ἀγγέλους εἰπόντα, καὶ ὅτι οὐδὲν εἴρηται περὶ τῆς γενέσεως αὐτῶν Μωϋσεῖ. Ἐπειδὴ δέ φησιν ὁ μέγας τῶν θείων λόγων ἐξηγητὴς Βασίλειος, ὡς ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις ταῖς ὑπερκοσμίοις καὶ νοεραῖς δυνάμεσι πρέπουσα, καὶ τὸ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’ ἑρμηνεύων πάλιν φησίν· ‘οὐ γὰρ δὴ κατὰ πρεσβυγένειαν πάντων τῶν γενομένων προὔχειν αὐτὸν μαρτυρῶν λέγει τὸ ἐν ἀρχῇ γεγονέναι,