Ancient Greek · ~5 min
Page 162
Joannes Philoponus Phil., De opificio mundi 162
Not analysed yet
μένη γὰρ τοῖς ὕδασι τὴν ἰδίαν κατασκευὴν ἀπείληφε γυμνωθεῖσα τούτων· ‘ὤφθη’ γάρ φησιν ‘ἡ ξηρά’· τὸ γὰρ ξηρὸν τῆς οὐσίας τῆς γῆς χαρακτηριστικὸν εἶναί φασιν οἱ φυσικοί· τοῦτο δὲ συμπεφυρμένη τοῖς ὕδασιν οὔπω κατ' ἐνέργειαν εἶχεν, ὑποχωρησάντων δὲ τούτων ξηρὰ γέγονε κατ' ἐνέργειαν. εἰ δὲ καὶ γεννητικὴν νῦν τῶν ἀπ' αὐτῆς ἐκφυομένων ἔχει δύναμιν, ἐλείπετο δηλονότι καὶ ταύτῃ συμμιγὴς οὖσα τοῖς ὕδασιν, ὅπερ εἰς ἐνέργειαν ἦλθεν εἰπόντος τοῦ θεοῦ· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου’ καὶ τὰ ἑξῆς· ἅμα γὰρ τῷ θείῳ λόγῳ τὸ δυνάμει αὐτῆς εἰς ἐνέργειαν προσελήλυθεν. ἐπειδὴ δὲ καὶ τὸ μετ' αὐτὴν στερέωμα γεγονὸς ἀκόσμητον ἦν ἔτι καὶ ἀτελὲς μήπω τῶν φωστήρων γενομένων, καὶ τούτους κατὰ συνέχειαν δημιουργήσας ὁ θεὸς ἐν τῷ στερεώματι τίθησιν. οὐδὲν ἄρα τῆς προσηκούσης τάξεως χωρὶς τῷ σοφωτάτῳ πεφυσιολόγηται Μωϋσεῖ. Τῆς τάξεως τοίνυν εἰρημένης σκοπείσθω λοιπὸν τῶν θείων λόγων ἡ δύναμις· ‘καὶ εἶπεν ὁ θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά’. βʹ. Ὅτι μόνη Μωϋσέως ἡ φυσιολογία καὶ ἕτερος οὐδεὶς οὕτως ἔδειξεν ἀκριβῶς, ὅτι σφαιρικὴν ὑπέστησε τὴν γῆν ὁ θεὸς καὶ τὸ ἐπ' αὐτῇ κεχυμένον ὕδωρ. Ἐν τῷ πρώτῳ δεδείχαμεν, ὅτι σφαιρικὸν τῆς γῆς ὑπάρχει τὸ σχῆμα· οὐ γὰρ ἂν ἄλλως τὸ στάσιμον εἶχε