Ancient Greek · ~5 min
Page 216
Joannes Philoponus Phil., De opificio mundi 216
Not analysed yet
συγκατιοῦσα πρὸς ἕω τῇ δρόσῳ, ὡς πεπεῖσθαι μικροῦ δεῖν ἅπαντας καὶ τὸ ἐν τῷ ἀέρι ὕδωρ ἀτμιδῶδες ὂν ἔτι τὸ γένος τῶν ἰχθύων ἀπογεννῆσαι τοῦτο. ἐμὲ δὲ ὑπόνοιά τις εἰσῄει· μήποτε τοῖς ἐξ ἡλίου ἀναφερομένοις ἀτμοῖς τὸ λεπτότατον τῆς εἰρημένης τῶν ἰχθύων γονῆς ἅτε δὴ πλείστης οὔσης συνανεφέρετο καὶ πηγνυμένης εἰς δρόσον ταύτῃ συγκατεφέρετο. ἱστορεῖ δὲ Διόδωρος καὶ ἐν τοῖς νέφεσί ποτε βατράχων γενέσθαι πλῆθος τοσοῦτον, ὡς Κελτικόν τι ἔθνος τὴν βλάβην αὐτῶν οὐ φέρον ἐκλιπεῖν τὴν πατρίδα. τοῦτο δὲ καὶ ἐν Αἰγύπτῳ Μωϋσῆς κατὰ θεοῦ μῆνιν ἱστόρησε γεγονός· καὶ ἐν Θηβαΐδι ὑετῶν γιγνομένων πλειόνων ἀρουραῖοι γεννῶνται μύες. Αὐτόματον ἄρα τὸ ὕδωρ ἔτι τὸ θεῖον φυλάττον πρόσταγμα τοὺς ἰχθύας ἐξάγει τῆς ἐξ ἑτέρων ἔσθ' ὅτε σπερματικῆς καταβολῆς οὐ δεόμενον. Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρᾶται συμβαῖνον· εἰ γὰρ ἡ πατουμένη γῆ νῦν καὶ διὰ τοῦτο ἄκαρπος ἐπὶ χρόνον σχολάσῃ τινὰ ἢ καὶ τῆς ἐξ ἀνθρώπων ἐπιμελείας τύχῃ καὶ ὑετῶν ἀρδείας, εὐθέως χλοηφορεῖ καὶ προϊοῦσα βοτάνας καὶ θάμνους, καὶ νῦν, αὐτομάτους ἀνίησι. καὶ ἐκ σήψεως δὲ γῆς καὶ ἀέρος καὶ ἑτέρων σωμάτων αὐτόματα γένη ζῴων μυρία γίνεται. τοὺς σπερματικοὺς ἄρα τῶν ἐσομένων λόγους ἐν τοῖς στοιχείοις ὁ θεὸς ἐξ ἀρχῆς ἐναπέθετο.