Ancient Greek
Page 218
Joannes Philoponus Phil., De opificio mundi 218
Not analysed yet
στερέωμα δ' ἐκάλεσε τοῦτον, ὡς παχύτερον τοῦ ὑπὲρ τὰ νέφη λεπτομερεστάτου ὄντος, διόπερ εἰς ἐκεῖνον οὐκ ἐπιβαίνουσιν. οἶδε μὲν οὖν, ὡς ἐδείξαμεν, καὶ τὸν ἀέρα καλεῖν οὐρανὸν ἡ γραφή. οὐ συγχωροῦσι δὲ τοῦτο νοεῖν ἡμᾶς ἐνταῦθα αἱ τῶν ἄλλων ἐκδόσεις. Ἀκύλας μὲν γὰρ οὕτως εἴρηκε· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετὸν ψυχῆς ζώσης καὶ πετηνὸν ἱπτάμενον ἐπὶ τῆς γῆς, ἐπὶ πρόσωπον τοῦ στερεώματος τοῦ οὐρανοῦ’. Θεοδοτίων· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά, ψυχὰς ζώσας καὶ πετηνὸν πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώματος οὐρανοῦ’. Σύμμαχος· ‘εἶπεν ὁ θεός· ἐξερψάτω τὰ ὕδατα ἑρπετόν, ψυχὴν ζῶσαν, καὶ πετηνὸν πετόμενον ἐπὶ τῆς γῆς κατὰ πρόσωπον στερεώματος οὐρανοῦ’. ζʹ. Ὅτι οὐρανὸν λέγει νῦν Μωϋσῆς οὐ τὸν ἀέρα, ἀλλ' αὐτὸ τὸ στερέωμα, ὃ ἐκάλεσεν ὁ θεὸς οὐρανόν. Ἐκ τούτων ὑπάρχει δῆλον, ὅτι μὴ τὸν ἀέρα νῦν σημαίνει τὸ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ ἵπτασθαι, ἀλλ' αὐτὸν τὸν οὐρανόν, περὶ οὗ εἶπεν· ‘καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν’· τὸ γὰρ κατὰ πρόσωπον τοῦ οὐρανοῦ καὶ ἐπὶ πρόσωπον τοῦ οὐρανοῦ πέτεσθαι δηλοῖ τὸ ἀντιπρόσωπα τῷ οὐρανῷ ἵπτασθαι, ὡς ἂν εἴποι τις· κατὰ πρόσωπόν μου ἔρχεται ὁ δεῖνα,