Ancient Greek
Page 234
Joannes Philoponus Phil., De opificio mundi 234
Not analysed yet
μην, ἀλλὰ συνεπινοεῖν ἡμᾶς οὐρανῷ καὶ γῇ καὶ τὰς ἀγγελικὰς δυνάμεις ἤθελεν, ὡς τὰ μεταξὺ στοιχεῖα τούτων ἀέρα καὶ ὕδωρ, οὕτως ἀτίμως αὐτῶν παραρρίπτων τὴν σύστασιν; καίτοι γε πολλάκις αὐτῶν ὡς ὑπερκοσμίων ἐμνήσθη. ἀλλὰ γέλοια ταῦτα καὶ μόνης ὕβρεως καὶ τῆς προφητικῆς διανοίας οὐκ ἄξια. γʹ. Ὅτι ἀδύνατον διὰ τῶν πληθυντικῶν φωνῶν πρὸς τοὺς ἀγγέλους κοινολογεῖσθαι τὸν θεὸν ἢ ἀντὶ τοῦ ἑνικοῦ ἀριθμοῦ τῷ πληθυντικῷ χρήσασθαι. Ὅτι μὲν οὖν μέγα τι χρῆμα παρὰ τὰ λοιπὰ τῶν ἐγκοσμίων ὁ ἄνθρωπος, ἐντεῦθεν δῆλον. ταῖς δὲ πληθυντικαῖς φωναῖς τῇ ‘ποιήσωμεν’ καὶ τῇ ‘κατ' εἰκόνα ἡμετέραν’ ἢ ὡς οἱ ἄλλοι φασίν ‘κατ' εἰκόνα ἡμῶν’ ἐπέστησαν ἅπαντες οὐ χριστιανοὶ μόνον, ἀλλὰ καὶ Ἰουδαίων οἱ λόγιοι· ἀλλ' Ἰουδαῖοι μὲν πρὸς τοὺς ἀγγέλους ταῦτα κοινολογεῖσθαί φασι τὸν θεόν. οὕτω δὲ συμβαίνει μὴ μόνον κατ' εἰκόνα θεοῦ γενέσθαι τὸν ἄνθρωπον, ἀλλὰ καὶ κατ' εἰκόνα τῶν ἀγγέλων—ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν—καὶ οὐ μόνον τὸν θεὸν ἀλλὰ καὶ τοὺς ἀγγέλους τῆς τοῦ ἀνθρώπου γενέσεως ὑπάρχειν αἰτίους διὰ τό ‘ποιήσωμεν ἄνθρωπον’. πῶς οὖν ἐπήγαγε Μωϋσῆς; ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’ καὶ τῶν ἀγγέλων