Ancient Greek · ~5 min
Page 24
Joannes Philoponus Phil., De opificio mundi 24
Not analysed yet
οὐκ ἂν ἡ γῆ διαπλασθείη—’μνήσθητι γὰρ κύριε’, φησὶν ὁ Ἰώβ, ‘ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις’—συμπαρειλημμένων δηλονότι καὶ τῶν λοιπῶν ἀέρος τε καὶ πυρός· ὅτι γὰρ καὶ τούτων μετέχομεν, προφανές, εἰ καὶ μὴ τῇ γραφῇ πρὸς λέξιν εἴρηται, ἀλλ' ἐκ τῆς πλεοναζούσης τῷ σώματι γῆς ὠνομάσθη τὸ σῶμα. ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ’. τοῦτο καὶ ἡ Ὁμήρου δηλοῖ ποίησις εἰς τὰ ἐν τῷ ἡμετέρῳ πλεονάζοντα σώματι τὴν ἀνάλυσιν αὐτοῦ ποιουμένη· ‘ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε’. τῷ δὲ σώματι λοιπὸν ἤδη διαπεπλασμένῳ ‘ἐνεφύσησεν ὁ θεὸς πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’. οὐκ ἐκ τῆς αὐτῆς ἄρα οὐσίας οὐδ' ἅμα τῷ σώματι γέγονεν ἡ ψυχὴ ἀλλ' ἐκ κρείττονος καὶ θειοτέρας, ὡς τὸ λόγιον ἔδειξεν. ἐπὶ μὲν γὰρ τῶν ἀλόγων φησίν· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’ ἐπὶ δὲ τῶν ἀνθρώπων· ‘καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’ τὴν νοερὰν αὐτῆς καὶ λογικὴν οὐσίαν διὰ τούτου δηλῶν τῶν τε σωμάτων καὶ τῶν ἀλόγων ψυχῶν τῷ παντὶ διαφέρουσαν, καὶ τὴν πρὸς τὰ ἄνω καὶ θειότερα συγγένειαν αἰνιττόμενος. Εἰ οὖν ἐκ τῶν στοιχείων τὸ ἡμέτερον σῶμα γέγονεν, ἅπερ εἰσὶ πάσης σωματικῆς οὐσίας ἀρχαί, οὐκ ἐκ τού-