Ancient Greek · ~6 min
Page 240
Joannes Philoponus Phil., De opificio mundi 240
Not analysed yet
σιν’· εἶτα τί τοῦτό ἐστι δηλῶν προσέθηκε· ‘καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς’ σημαίνοντος τούτου, ὅτι καθάπερ ἁπάντων τῶν ὄντων βασιλεύς ἐστιν ὁ θεός, οὕτω καὶ τὸν ἄνθρωπον καθ' ὁμοίωσιν ἑαυτοῦ βασιλέα τῶν ἐπὶ γῆς πάντων ἐπέστησε. καὶ τοῦτο πάλιν διὰ τῶν ἑξῆς ἐδήλωσεν ἐναργέστερον εὐλογήσας αὐτοὺς καὶ εἰπών· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς’. κυριεύει μὲν γὰρ ἀληθῶς καὶ ἄρχει πάντων ὁ θεὸς ὧν ἐποίησε, καὶ εἰς τὸ εἶναι παρήγαγεν ἐκ <τοῦ> μὴ ὄντος· ἀγαθὸς δὲ ὢν καὶ τὸν ἄνθρωπον, ὡς φύσει γενητῇ δυνατόν, ἐξομοιοῦν ἑαυτῷ βουλόμενος κυριεύειν καὶ ἄρχειν πάντων ἐπέταξε τῶν ἐπὶ τῆς γῆς διὰ τῆς ἐν αὐτῷ τοῦ λόγου δυνάμεως. γενομένῳ τοίνυν εὐθὺς τὴν ἐξουσίαν ταύτην διδοὺς ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία τῆς γῆς καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ, ἐφ' ᾧ τούτων ὄνομα θεῖναι ἑκάστῳ· ‘καὶ πᾶν ὃ ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα αὐτῷ’· καὶ ἡμεῖς γὰρ τῶν οἰκετῶν οὓς ἐν ἀρχῇ κτώμεθα, τὰ πρότερον ἀμείβοντες ὡς ἐπὶ τὸ πλεῖστον ὀνόματα, ἕτερα τίθεμεν αὐτοῖς καὶ τοῦτο τῆς κατ' αὐτῶν δεσποτείας ποιούμενοι σύμβολον, οἱονεὶ παλιγγενεσίαν τινὰ διὰ τῆς τῶν ὀνομάτων ἀμοιβῆς αὐτοῖς παρεχόμενοι· τοῖς γὰρ ἄρτι τεχθεῖσι τίθεμεν ἄνθρωποι τὰ ὀνόματα.