Ancient Greek
Page 262
Joannes Philoponus Phil., De opificio mundi 262
Not analysed yet
ὡς ἀμφίβολόν τι δείξας, ὅσῳ κρείττων ὑπάρχει θεὸς βασιλεύων τε καὶ κρίνων τῶν παρ' ἡμῖν βασιλέων τε καὶ κριτῶν, ‘ἡμεῖς δέ’ φησίν ‘ἔναυσμά τι καὶ μίμημα ἔχομεν τῆς ἐξουσίας ἐκείνης, τῆς τε ἐπὶ τῶν πραττομένων κριτικῆς διαγνώσεως οἷα εἰκόνος ἐπέχοντες τάξιν, ἣ πολὺ μὲν λείπεται τοῦ πράγματος τοῦ ἀρχετύπου, διὰ μιμήσεως δέ τινος αὐτάρκως ἔχει πρὸς αἴσθησιν ἡμᾶς ἀγαγεῖν τοῦ μεγέθους τῶν καὶ κατὰ τοῦτο θεῷ προσόντων’ [πεποιηκώς]. Πρῶτον μὲν οὖν καὶ τοῦ σμήνους τῶν μελισσῶν βασιλεὺς ἡγεῖται, φύσει λαχὼν οὐχ αἱρέσει τὸ βασιλεύειν αὐτῶν, καὶ τῆς πτήσεως τῶν γεράνων εἷς καὶ τῆς ποίμνης ὁ καλούμενος κτίλος. οὐκ ἄρα τὸ βασιλεύειν ἴδιον ἀνθρώπων· καὶ εἰ κατὰ τὸ βασιλεύειν καὶ κρίνειν τό ‘κατ' εἰκόνα’ ἔχομεν ἄνθρωποι, πῶς μικρῷ πρότερον τοὺς τοῦτο λέγοντας γέλωτος ἀξίους ἔκρινες, οὐ μόνον ἀνθρώπων εἶναι τὸ ἀρχικὸν εἰπών, ἀλλὰ καὶ ἀγγέλων καὶ τῶν ἀποστατικῶν δυνάμεων; ἐκεῖνοι μὲν οὖν ἀρχικὸν λέγοντες τὸ εἰρημένον τῷ Μωϋσεῖ τὸ ἄρχειν τῶν ἐνύδρων τε καὶ ἀερίων καὶ χερσαίων, οὐ Μωϋσῆ μόνον, ἀλλὰ καὶ τὸν ψαλμῳδὸν ἐπικαλέσονται μάρτυρα· ‘τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ