Ancient Greek
Page 275
Joannes Philoponus Phil., De opificio mundi 275
Not analysed yet
ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· <ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν'> τουτέστιν ὃς ἂν παραδῷ τὸ ἑαυτοῦ σῶμα διὰ Χριστὸν εἰς μαρτύριον καὶ φθοράν· ‘μὴ φοβηθῆτε’ γάρ φησιν ‘ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι’, ὥστε ἡ διὰ τοῦ μαρτυρίου ἀπώλεια οὐ τῆς ψυχῆς ἐστιν, ἀλλὰ μόνου τοῦ σώματος· τοὐναντίον γὰρ ἐκείνη καὶ σῴζεται. ‘τί γὰρ ὠφελεῖται’ φησίν ‘ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;’ πῶς οὖν εὑρήσει αὐτήν, ἣν ἀπώλεσε, τουτέστι τὸ φθαρὲν σῶμα; ἢ δηλονότι διὰ τῆς ἀναστάσεως ἢ καὶ ἄλλως νοητέον· ἀπολέσει μὲν τὸ σῶμα, ὅπερ ψυχὴν εἶπεν, εὑρήσει δὲ τὴν ὄντως ψυχήν· ἀλλ' ἵνα τὸ μέγιστον τῆς τοῦ μαρτυρίου δείξῃ δυνάμεως καὶ τῶν ἐπιδιδόντων ἑαυτοὺς εἰς τοῦτο τὴν μεγαλοφροσύνην ἐνδείξηται, αὐτὴν εἰς ἀπώλειαν διδόναι φησὶ διὰ τὸν Χριστὸν τὴν ἑαυτῶν ψυχὴν καὶ τοῦ εἶναι καταφρονεῖν. ἔμπαλιν δὲ τό ‘ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός’ τὰ ἀπόρρητα δηλονότι τῆς ψυχῆς καὶ κεκρυμμένα φησὶν ὑπὸ θεοῦ ἐξετάζεσθαι. τοιοῦτόν ἐστι καὶ τό· ‘καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεός’ καί ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ’ ἀντὶ τοῦ ‘τῇ ψυχῇ’. ἀλλὰ καὶ τῷ τοῦ ὅλου ὀνόματι πολλάκις ὁμωνύμως ἑκάτερον τῶν μερῶν προσαγορεύεται· ἢ οὐ