Ancient Greek
Page 277
Joannes Philoponus Phil., De opificio mundi 277
Not analysed yet
φησιν ‘ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’. εἰ οὖν ἔξωθεν τῷ σώματι διαπεπλασμένῳ εὐθὺς εἰσκρίνεται, χωριστὴν αὐτοῦ δηλονότι τὴν οὐσίαν ἔχει· καὶ διὰ τοῦτο φθειρομένου πάλιν χωρίζεται καὶ οὐ συνδιαλύεται αὐτῷ λυομένῳ. ὁ δὲ τρόπος τῆς γενέσεως αὐτῆς σαφῶς ἡμῖν τὴν οὐσίαν αὐτῆς ὑπῃνίξατο. Τὸ μὲν οὖν χωριστὸν διὰ τῶν εἰρημένων δῆλον, τὸ δὲ λογικὸν καὶ νοερὸν αὐτῆς καὶ ἀόρατον καὶ ἐγγίζον ταῖς ἀσωμάτοις οὐσίαις καὶ θεῷ διὰ τοῦ ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς’· τὸ γὰρ μόριον, δι' οὗ ἐνεφύσησεν, ὡς ὁ λόγος διεσχημάτισεν, ὄργανόν ἐστι τοῦ λόγου· τὸ δέ ‘πνεῦμα’ ἐπὶ τοῦ ἀσωμάτου καὶ ὁ κύριος ἔλαβεν· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν’ τὸν ἀόρατον θεὸν καὶ ἀσώματον οὕτως ὀνομάσας· ὁμωνύμως δὲ καὶ τὴν ἡμετέραν εἶπε ψυχήν· τῷ ὁμοίῳ γάρ φησι προσκυνητέον τὸ ὅμοιον. καλῶς δὲ τῷ ‘πνοήν’ προσέθηκε τό ‘ζωῆς’, διὰ τὴν ὁμωνυμίαν τοῦ ἀερίου πνεύματος, ὅπερ ἐστὶν ἄζων. Ἐντεῦθεν καὶ τὸ παρὰ τοῖς φυσικοῖς ὁμολογούμενον διδασκόμεθα, ὅτι μήπω ζῷόν ἐστι πρὶν διαπλασθῆναι τὸ κατὰ γαστρός· ἅμα δὲ τῇ διαπλάσει ψυχοῦται ζῷον γενόμενον· πρὸ τούτου δὲ φυτοῦ ζωὴν ἔχει· ‘οὔτε γὰρ τὰ ὄργανα’ φησὶν Ἀριστοτέλης ‘χωρὶς τῆς ψυχῆς, οὔτε ψυχὴ τῶν ὀργάνων χωρίς’. δεδείχαμεν δὲ καὶ ἡμεῖς ἐν ἄλλοις, ὡς ἐπειδὰν τὴν