Ancient Greek
Page 283
Joannes Philoponus Phil., De opificio mundi 283
Not analysed yet
πληρώσατε σὺν τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ ἐπικρατεῖτε ἐν ἰχθύι τῆς θαλάσσης καὶ ἐν πετηνῷ τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ τῷ κινουμένῳ ἐπὶ τῆς γῆς.’ ΘΕΟΔΟΤΙΩΝ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσης καὶ ἐν τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐν παντὶ ζῴῳ ἕρποντι ἐπὶ τῆς γῆς.’ ΣΥΜΜΑΧΟΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεός· εἶπεν δὲ αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ ὑποτάξατε αὐτὴν καὶ χειροῦσθε τοὺς ἰχθύας τῆς θαλάσσης καὶ τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τὰ ζῷα τὰ ἕρποντα ἐπὶ τῆς γῆς’. αʹ. Ὅτι ἐκ παραλλήλου τό ‘αὐξάνεσθε’ καί ‘πληθύνεσθε’ εἴρηται. Αὕτη ἡ φωνή, μᾶλλον δὲ τὸ θεῖον βούλημα, τὴν ἐξ ἀλλήλων διαδοχὴν τῇ φυσικῇ γενέσει δίδωσιν· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’. τινὲς τὸ μέν ‘αὐξάνεσθε’ ἐπὶ τῆς κατὰ μέγεθος τῶν τικτομένων αὐξήσεως ἤκουσαν, μέχρις ἂν τὸ ὡρισμένον τῇ ἑκάστου φύσει φθάσωσι μέτρον, τὸ δέ ‘πληθύνεσθε’ ἐπὶ τοῦ ἀριθμοῦ τῶν ἐσομένων, ὡς ἂν πλη-