Ancient Greek
Page 305
Joannes Philoponus Phil., De opificio mundi 305
Not analysed yet
μενος· τρία γὰρ καὶ δύο καὶ ἓν τὸν ἓξ συνάγουσιν. ἔπρεπεν οὖν τὸν τελειότατον καὶ ἐν ἑαυτῷ πάντα συνειληφότα κόσμον εἰς τὸ εἶναι παραγόμενον ὑπὸ θεοῦ, εἰ μὴ ἀθρόον ὁμοῦ τοῦτον ἐθέλοι παράγειν διὰ λόγους ἀγνοουμένους ἡμῖν, ἐν τοσούτῳ ἡμερῶν ἀριθμῷ, τῷ πρώτῳ τελείῳ, παραγαγεῖν [τὸν τέλειον κόσμον καὶ πρώτως νῦν ὑφιστάμενον, ἐξ ὧν καὶ ὁ χρόνος ἀνακυκλεῖται]. Ἔστι δὲ τὸν λόγον ἐπεκτείνοντα τοῦτον καὶ ἐκ τοσούτων αὐτὸν μερῶν γενικωτέρων δεῖξαι συγκείμενον, εἴτε μαθητικώτερόν τις εἴτε φυσικώτερον τοῦτο σκοποίη. πᾶν μέγεθος ἐν τῷ κόσμῳ περιείληπται· τρία δὲ ταῦτά ἐστι, τὸ ἐφ' ἓν διάστατον, ὃ καλεῖται γραμμή, τὸ ἐπὶ δύο, μῆκος καὶ πλάτος ἔχον, ὃ προσαγορεύουσιν ἐπιφάνειαν, ἧς πέρας ἐστὶν ἡ γραμμή, τὸ ἐπὶ τρία τὸ πρὸς τοῖς εἰρημένοις δύο καὶ βάθος ἔχον, ὃ καλεῖται σῶμα, οὗ πέρας ἐστιν ἡ ἐπιφάνεια. καὶ παρὰ ταῦτα μέγεθος ἕτερον ἐν τοῖς οὖσίν ἐστιν οὐδέν. αἱ τρεῖς οὖν διαστάσεις καὶ αἱ δύο καὶ ἡ μία τὸν ἓξ συνάγουσι τῶν διαστάσεων ἀριθμόν. τὸ αὐτὸ δὲ καὶ φυσικώτερον σκοποῦσι φανήσεται· τῶν γὰρ σωμάτων τὸ μὲν ὑπεστρωμένον ἅπασι κατὰ τὸν ἴδιον λόγον ἐστὶν ἄποιον, ἐξ οὗ τὸ πεποιωμένον γίγνεται σῶμα. τοῦτο εἰς ἄψυχον διαιρεῖται καὶ ἔμψυχον· τοῦ δὲ ἐμψύχου τὸ μὲν φυτόν, τὸ δὲ ζώφυτον, τὸ δὲ ζῷον· τοῦ δὲ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν ὁ ἓξ συνάγεται· ἡ ὕλη πάντων τὸ ἄποιον σῶμα, εἰ καὶ μηδέποτε γυμνὸν ποιοτήτων εὑρίσκεται, τὸ ἄψυχον, τὸ φυτόν, τὸ ζώφυτον, τὸ ἄλογον ζῷον, τὸ λογικόν.