Ancient Greek
Page 307
Joannes Philoponus Phil., De opificio mundi 307
Not analysed yet
τὰς ἡμέρας, αἵτινες εἰς ἑαυτὰς ἀνακυκλούμεναι τὸν ὅλον ποιοῦσι χρόνον. τίνα οὖν τούτου λόγον ἐστὶν εἰπεῖν ἕτερον, ἢ μόνον ὃν εἴρηκε Μωϋσῆς; εἰ δὲ τοῖς ἑπτὰ πλανωμένοις τὰς ἑπτὰ τῆς ἑβδομάδος ἡμέρας ἀνατιθέασιν Ἕλληνες, τὴν πρώτην Ἡλίῳ, τὴν δευτέραν Σελήνῃ, τὴν τρίτην Ἄρει, τὴν τετάρτην Ἑρμῇ, τὴν πέμπτην Διί, τὴν ἕκτην Ἀφροδίτῃ, τὴν ἑβδόμην Κρόνῳ, πρῶτον μὲν αὐτῷ τούτῳ γιγνώσκουσιν ἑπτὰ μόνας εἶναι τὰς ἡμέρας, ἐξ ὧν ὁ χρόνος συνέστηκε, λόγον δέ τινα τῆς εἰρημένης τῶν ἡμερῶν τοῖς πλανωμένοις διανομῆς λέγειν οὐχ ἕξουσιν, ἢ διὰ τί εἰσιν ὅλως ἑπτὰ ἡμέραι αἱ ἀνακυκλούμεναι· διὰ τί γὰρ μὴ δώδεκα μᾶλλον διὰ τὴν εἰς δώδεκα τοῦ ζῳδιακοῦ τομήν, δι' ὧν ὁ ἥλιος φερόμενος ποιεῖ τὸν ἐνιαυτόν; ἀλλ' οὐδὲ ἐκ τῆς τῶν ἀπλανῶν κινήσεως λόγον ἐστὶ δοῦναι τοῦ ἄλλην ἡμέραν ἄλλῳ τινὶ τούτων ἀνακεῖσθαι. ἐοίκασιν οὖν Ἕλληνες, ὥσπερ τῶν ἀπλανῶν ἄστρων ἄλλοις ἄλλους θεῶν ἢ δαιμόνων ἢ ἡρώων, ὡς ἂν αὐτοὶ φαῖεν, ἀνέθηκαν λόγου παντὸς καὶ αἰτίας χωρὶς τοῖς ὀψὲ τοῦ χρόνου γενομένοις τὰ τῷ παντὶ συνυποστάντα, ὡς καὶ ἡ βαρβαρικὴ σφαῖρα δείκνυσιν ἑτέροις ὀνόμασί τε καὶ σχήμασι παρὰ τὰ Ἑλλήνων χρησαμένη, οὕτω καὶ ταῖς ἡμέραις ἑπτὰ πεπιστευμέναις ὑπὸ πάντων ὑπάρχειν, ἐπεὶ καὶ τὰ πλανώμενα ἰσάριθμα ταύταις εἶναι συμβέβηκε, κατ' ἐξουσίαν αὐτόνομον διανεῖμαι τούτοις τὰς ἡμέρας, ἢ τοὔμπαλιν, ὡς ἂν ἐθέλοιεν, ἐκεῖνα ταῖς ἰσαρίθμοις ἡμέραις.