Ancient Greek · ~1 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-103-9
Not analysed yet
Γαλάτεια· κύριον, Γαλατεία δὲ ἡ ἐπαρχία. γαλήνη· ἡσυχία, κυρίως τῆς θαλάσσης, γαληνὴ δὲ ἡ ἥσυχος. γαῦλος· ὁ εὐαπάτητος, γαυλὸς δὲ τὸ ποιμενικὸν ἀγγεῖον. Γλαύκη· κύριον, γλαυκή· ἡ γλαυκόφθαλμος. Γλαῦκος· κύριον καὶ ἰχθῦς, γλαυκὸς δὲ ὀφθαλμός, ἐπίθετον. γέλοιος· ὁ γελωτοποιός, γελοῖος δὲ ὁ καταγέλαστος. Γέλων· κύριον, γελῶν· μετοχή. Γεραῖος· ἐθνικόν, γεραιὸς δὲ ὁ γέρων. Γόργος· κύριον, γοργὸς δὲ ὁ ταχύς.