Ancient Greek · ~3 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-104-16
Not analysed yet
δάφνη· τὸ φυτόν, Δαφνὴ δὲ κύριον. διαρτῆσαι· τὸ ἐξαπατῆσαι, διαρτίσαι· τὸ ἀναπλάσαι. δεξαμένη· μετοχή, δεξαμενή· τὸ ἀγγεῖον. Δείρη· πόλις Αἰθιοπίας, δειρὴ δὲ ὁ τράχηλος. δῆμος· ὁ ὄχλος, δημὸς δὲ τὸ λίπος. Δῆλος· ἡ νῆσος, δῆλος· ὁ φανερός, δειλός· ὁ φοβούμενος. δαῦλος· ὁ δασύς, δαυλός· τὸ περίκαυστον ξύλον. δίνη· ἡ συστροφή, δεινὴ δὲ ἡ κακή. δῖνος· ἡ συστροφὴ τοῦ ἀέρος καὶ ἀγγεῖον τι, δεινὸς δὲ ὁ κακός. Διογένης· κύριον, διογενὴς δὲ εὐγενής. Δίων· κύριον, διῶν· δὲ ὁ περιστρέφων. δόκος ἡ δόκησις, δοκός· ξύλον. Δολίχη· νῆσος τις, δολιχὴ δὲ ἡ μακρά. δόλιχος· τὸ ὄσπριον, δολιχός· ὁ μακρός. Δόλων· κύριον, δολῶν δὲ μετοχή. Δρύμος· κύριον, δρυμὸς δὲ τόπος σύνδενδρος.