Ancient Greek · ~6 min
1 to 30
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-110-30
Not analysed yet
καθαίρω· τὸ ἀφανίζω, καθαιρῶ· δὲ τὸ καταστρέφω. καθαίρω· τὸ καθαρίζω. Καίνη· πόλις τις τῆς Πελοποννήσου καὶ ἀκρωτήριον τῆς Αἰολίδος, καινὴ δὲ ἡ νέα. κάκη· νόσος τις, κακὴ δὲ ἡ πονηρά. καινός· ὁ νέος, κενὸς δὲ ὁ ἐστερημένος. Καλισθένης· κύριον, καλισθενὴς δὲ ὁ καλοδύναμος. κάλος· σχοῖνος, καλὸς δὲ ὁ ὡραῖος. Κάλως· κύριον, καλῶς δὲ ἀγαθῶς. κᾶλον· τὸ ξύλον, καλὸν δὲ τὸ ἀγαθόν. κάμπη· ὁ σκώληξ, καμπὴ δὲ ἡ ἀπόκαμψις. κόμπος· ἔπαρσις, κομπὸς δὲ ὁ ἀλαζών. Κάνθος· κύριον, κανθὸς δὲ ἡ θρὶξ τοῦ βλεφάρου. Κῆρος· ποταμὸς Ἀρμενίας, κηρὸς δὲ ὃν ἅπτομεν. κήρ· θηλυκῶς ἡ θανατηφόρος μοῖρα, κῆρ δὲ οὐδετέρως ἡ ψυχή. Κόμων· κύριον, κομῶν δὲ ὁ κοσμῶν. κίων· στῦλος, κιὼν δὲ πορευθείς. Κίρρα· πόλις τῆς Φωκίδος, κιρρὰ δὲ ἡ πυ<ρ>ροειδής. Κόρωνος· τὸ κύριον, κορωνὸς δὲ τὸ ἐπίθετον. Κούρικος· πόλις Κιλικίας, κουρικὸς δὲ τὸ ξύλινον σκεῦος. Κούριον· πόλις Κύπρου, κουρεῖον δὲ ἐν ᾧ κείρονται. κρίνων· δοκιμάζων, κρινὼν δὲ τόπος τῶν κρίνων, †καὶ μετοχή†. Κρῖος· κύριον, κριὸς δὲ τὸ ζῴδιον. κόνις· τὸ χῶμα, κονὶς δὲ τὸ ἐν τῇ κεφαλῇ. κερασός· τὸ δένδρον, κέρασος δὲ ὁ καρπός. Κυάνη· κύριον, κυανῆ δὲ τὸ ἐπίθετον. Κρότων· ζῷον καὶ πόλις, κροτῶν δὲ πηδῶν. κύριος· δεσπότης, Κυριὸς δὲ τόπος τῆς Μακεδονίας. κύρτος· ἁλιευτικὸν ἀγγεῖον, κυρτὸς δὲ ὁ κυφός. κύων· ζῷον καὶ κύων ὁ φιλῶν, κυῶν δὲ ἐγκυμονῶν. Κλῆτος· κύριον, κλητὸς δὲ ὁ καλεστός. Κλοῖος· κύριον, κλοιὸς δὲ τὰ σιδηρᾶ ἃ φοροῦσιν οἱ κατάδικοι.