Ancient Greek · ~3 min
1 to 18
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-111-18
Not analysed yet
λάβε· κοινῶς, λαβέ· Ἀττικῶς. λάβῃ· ὑποτακτικόν, λαβὴ δὲ ἡ πρόφασις. Λάγος· κύριον, λαγός· τὸ ζῷον. Λάθων· ποταμὸς Πενταπόλεως, λαθὼν δὲ μετοχή. Λάκων· τοπικόν, λακών· μετοχή. Λάμπρα· πόλις, λαμπρὰ δὲ ἡ φαιδρά. Λάμπρος· κύριον, λαμπρὸς δὲ τὸ ἐπίθετον. λάρος· ὄρνεον, λαρὸς δὲ ὁ ἡδύς. Λέπτη· κύριον, λεπτὴ δὲ ἐπίθετον. Λεύκη· νῆσος τῆς Μυσίας, λευκή· τὸ ἐπίθετον. λιθότομος· ὁ ὑπὸ λίθου τμηθείς, λιθοτόμος· ὁ τέμνων λίθους. Λίναιος· κύριον, Λιναῖος· ὁ Διόνυσος. Λιπάρα· νῆσος τῆς Σικελίας, λιπαρὰ δὲ ἡ εὔτροφος. λόγιον· τὸ μάντευμα, λογίον δὲ τὸ τοῦ θεάτρου. Λυσίας· κύριον, Λυσιάς· πόλις Ἀρκαδίας. λώβη· βλάβη, λωβὴ δὲ ἡ ἐπταισμένως διαλεγομένη. λῶβος· τὸ ὄσπριον, λωβὸς δὲ ὁ πάσχων. Λῶτος· κύριον καὶ δένδρον, λωτὸς δὲ τὸ ἄνθος καὶ ὁ καρπός, ὅθεν λωτοφάγοι.