Ancient Greek · ~2 min
1 to 14
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-112-14
Not analysed yet
Μάκρον· ἀκρωτήριον, μακρόν· ἐπίθετον. μείων· ὁ μικρός, μειῶν δὲ ὁ ἐλαττῶν. Μελιτίνη· κύριον, Μελιτινή· ἐθνικόν. μένω· ἐνεστώς, μενῶ· μέλλων. Μένετος· κύριον, μενετὸς δὲ τὸ ἐπίθετον. μηδίκη· ὁ χόρτος, Μηδική· ἡ Περσική. μόνη· ἐπίθετον. μονή· ἡ κατανομή. μόσχια· ἁπαλὰ φυτά, μοσχεῖα δὲ τὰ τῶν μόσχων κρέα. Μύλλος· κύριον, μυλλός· ὁ διεστραμμένος τὴν ὄψιν. μύλη· τὸ κάτω τοῦ μύλου· τὸ ἄνω ὄνος λέγεται. μυρία· ἀναρίθμητα, μύρια· δέκα χιλιάδες. Μύρων· κύριον καὶ πόλις, μυρῶν· μυρίζων. μισητή· ἡ μεμισημένη, μισήτη δὲ ἡ κατωφερὴς πρὸς συνουσίαν. μύω· καμμύω, μυῶ δὲ τὸ διδάσκω.