Ancient Greek · ~2 min
1 to 13
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-115-13
Not analysed yet
ὅλος· πᾶς, ὀλὸς δὲ πηλός, ῥύπος, τὸ μέλαν τῆς σηπίας. οἶος· ὁ μόνος, οἷος δὲ ὁποῖος, Οἰὸς δὲ δῆμος τῆς Ἀττικῆς. ὅμοιος· ἴσος, ὁμοίως· ἴσως. ὅμως· ἔμπης, ὁμῶς· ὁμοίως. ὄλισθος· ἡ ἀπώλεια, ὀλισθός· ἐπίθετον. Ὅλκος· κύριον, ὁλκὸς δὲ τὸ σύρμα. Ὄρθρος· κύριον καὶ ὄνομα κυνός, ὀρθὸς δὲ ὁ ἴσος. ὅρμος· λιμήν, ὁρμὸς δὲ ὁ περιτραχήλιος κόσμος. ὄρος· βουνός, ὅρος· ὁρισμός, ὀρὸς δὲ ὑποστάθμη τοῦ γάλακτος. οὔκουν· οὐδαμῶς, οὐκοῦν· λοιπόν. ὄφλων· ὀφείλων, ὀφλών· μετοχή, Ὄφλων· ἔθνος Ἀρμενίας. οὖρος· ἀρσενικῶς ὁ φύλαξ καὶ ἄνεμος, ἔφορος, οὐρὸς δὲ τὸ φαλάγγιον, ὄρυγμα ταφροειδές, τὸ οὖρος δὲ τοῦ ἀνθρώπου. ὄρφος· κοινῶς, ὀρφῶς· Ἀττικῶς.