Ancient Greek · ~5 min
1 to 28
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-116-28
Not analysed yet
παιδεία· ἡ παίδευσις, παιδιὰ δὲ τὸ παίγνιον. παίων· ὁ τύπτων, παιὼν δὲ τὸ πολεμικὸν †βέλος†. Πάλλας· κύριον, ἡ Παλλὰς δὲ ἡ Ἀθηνᾶ. παλαίων· χρώμενος παλαίστρᾳ, παλαιῶν δὲ τῶν ἀρχαίων. Πάν, Πανός· ὁ θεός, πᾶν δὲ παντὸς· ὅλον. Παρθενίκη· κύριον, παρθενικὴ δὲ ἡ παρθένος. πατρῶος· πατρικός, πάτρωος δὲ θεῖος. πείρω· κεντῶ, πειρῶ δὲ τὸ πειράζω. περᾷ· διαβαίνει, πέρα δὲ πλέον ἐπέκεινα. Πελίας· κύριον, πελιὰς δὲ ἡ περιστερά. πεδίον· τὸ λιβάδιον, πέδιον δὲ ὑποκοριστικὸν τῆς πέδης. πεύκινος· ὁ ἐκ πεύκης, Πευκίνος δὲ ἐθνικόν. πίνων· <***>,πεινῶν δὲ λιμώττων. πλείων· συγκριτικόν, πλειὼν δὲ ὁ ἐνιαυτός. Πλούτων· κύριον, πλουτῶν· μετοχή. πλύνος· ἡ λεκάνη, πλυνὸς δὲ ἐφύβριστος. ποία· ἐρωτηματικόν, ποιὰ δὲ ἡ πεποιημένη. ὁμοίως ποῖος καὶ ποιός, ποῖον καὶ ποιόν. Πολέμων· κύριον, πολεμῶν· μετοχή. Πόμπη· κύριον, πομπή· ἡ παράπεμψις, πονηρός· ὁ κακός. πόνηρος· ὁ μοχθηρός. πορφύρα· τὸ ἱμάτιον, πορφυρᾶ δὲ ἡ κοκκίνη. πότος· τὸ πίνειν, ποτός· πόσιμος. Πρασία· πόλις Πελοποννήσου, πρασιὰ δὲ σχῆμα τι γεωργικὸν τῶν φυτῶν. πρύμνη· ἡ τῆς νηός, πρυμνὴ δὲ ἡ ἐσχάτη. Πινύτη· κύριον, πινυτή· ἡ φρόνιμος. πρωτόγονος· υἱὸς ὁ πρῶτος τεχθείς, πρωτογόνος δὲ γυνὴ ἡ †πρώτη† τεκοῦσα. Πύρρος· κύριον, πυρρός· ὁ ξανθός, πρῶτος· ἐπὶ ἀριθμοῦ, πρωτὸς δὲ ὁ πεπρωμένος.