Ancient Greek · ~3 min
1 to 18
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-121-18
Not analysed yet
Φαῖα· πόλις Πιερίας, φαιὰ δὲ ἡ μέλαινα. Φαῖδρος· κύριον, φαιδρὸς δὲ ὁ λαμπρός. Φαῖστος· ὁ ἥρως, Φαιστὸς δὲ πόλις. Φάκος· ὄνομα ὄρους, φακὸς δὲ τὸ ὄσπριον. Φάνος· κύριον, φανὸς δὲ ὁ λαμπρός. τὸ φάρος ἔνδυμα καὶ ἡ Φάρος νῆσος καὶ πᾶς τόπος στενός, ὁ φάρος ἤγουν τῆς Σικελίας, τοῦ Βοσπόρου. Φᾶσις· ποταμός, ἡ φάσις δὲ ἡ ἀγγελία. φιλήτης· ἀπατητής, φιλητής· ἐραστής. Φίλων· κύριον, φιλῶν· ἀγαπῶν. Φροῦρος· κύριον, φρουρὸς δὲ τὸ ἐπίθετον. φλήναφος· ἡ φλυαρία, φληνάφος· ὁ φλύαρος. φόρος· τὸ τέλος, φορὸς δὲ ἄνεμος ὁ ἐπιτήδειος. Φυλάκη· πόλις Θετταλίας, φυλακὴ δὲ τὸ δεσμωτήριον. Φόρμος· κύριον, φορμὸς δὲ ὁ καλαθίσκος. φορεῖον· τὸ βάσταγμα, φώριον δὲ τὸ κλέμμα. φόβερος· ἰχθύς, φοβερός· ἐπίθετον. Φύλακος· κύριον, φυλακὸς δὲ τὸ ἐπίθετον. φώς· ὁ ἄνθρωπος ἀρσενικῶς, φῶς δὲ οὐδετέρως ἡ φωτία.