Ancient Greek · ~2 min
1 to 12
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-122-12
Not analysed yet
Χάλκη· νησίδιον, χαλκῆ δὲ ἐπίθετον. Χαλκιδίκη· πόλις, Χαλκιδική· ἐθνικόν. χαρίεν· τὸ ἐπχαρές, χάριεν δὲ τὸ τερπνόν. Χαρίτων· κύριον καὶ γενικὴ πληθυντική, χαριτῶν δὲ μετοχή. Χεία· ἐθνικόν, χειὰ δὲ ἡ κατάδυσις τοῦ ὄφεως. χεῖλος· τὸ τοῦ ἀνθρώπου, χιλὸς δὲ ἡ τροφή. Χίλων· κύριον, χιλών· μετοχή. Χίος· νῆσος, Χῖος· ἐπίθετον, ὁ ἀνήρ. Χίτων· πόλις, χιτών· ἔνδυμα. Χρῆστος· κύριον, χρηστός· ὁ ἀγαθός. Χῶλος· πόλις, χωλὸς δὲ ὁ στρεβλόπους. χλῶρος· κύριον, χλωρὸς δὲ ἐπίθετον.