Ancient Greek · ~1 min
1 to 5
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-123-5
Not analysed yet
ψάλλιον· ὁ χαλινός, ψαλλίον δὲ ὁ γυναικεῖος κόσμος. ψάλτης· κοινῶς, ψαλτής· Ἀττικῶς. ψῆττα· εἶδος ἰχθύος, ψηττὰ δὲ τὰ ἑψημένα. Ψύχρος· ποταμὸς <Σ>αρματίας, ψυχρὸς δὲ ὁ ἐψυγμένος. ψῆνος· ὁ καρπὸς τῶν φοινίκων καὶ κλάδος καὶ κώνωψ, ψηνὸς δὲ ὁ φαλακρός.