Ancient Greek · ~1 min
1 to 5
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-14-5
Not analysed yet
Νίκων· τὸ κύριον παροξύνεται, νικῶν· ἡ μετοχὴ περισπᾶται. νόμος· ὁ θεσμὸς παροξύνεται, νομός· ἡ βοσκὴ ὀξύνεται. νόμαιον· τὸ νομικὸν προπαροξύνεται, νομαῖον δὲ τὸ τῆς νομῆς προπερισπᾶται. νύμφιος· ὁ νυμφικὸς παστὰς προπαροξύνεται, νυμφίος· ὁ νεωστὶ νυμφευόμενος παροξύνεται. Νύμφαιον· πόλις Χερσονήσου προπαροξύνεται, νυμφαῖον· τὸ τῶν νυμφῶν προπερισπᾶται.