Ancient Greek · ~2 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-13-9
Not analysed yet
Μάκρον· τὸ ἀκρωτήριον Σικελίας παροξύνεται, μακρόν· τὸ ἐπίθετον ὀξύνεται. Μελιτίνη· τὸ κύριον παροξύνεται, Μελιτινή· τὸ ἐθνικὸν ὀξύνεται. μείων· ὁ μικρὸς παροξύνεται, μειῶν· ὁ ἐλασσῶν περισπᾶται. μηδίκη· ὁ χόρτος παροξύνεται, Μηδική· ἡ Περσικὴ ὀξύνεται. μόνη· τὸ τριγενὲς παροξύνεται. μονή· ἡ κατανομὴ κατὰ παραγωγὴν ὀξύνεται Μύλλος· τὸ κύριον παροξύνεται, μυλλός· ὁ διεστραμμένος τὴν ὄψιν ὀξύνεται. μύω· τὸ καμμύω τὰ βλέφαρα παροξύνεται, μυῶ· τὸ διδάσκω περισπᾶται. μυρῶν· τὸ μυρίζων περισπᾶται, Μύρων· τὸ κύριον καὶ ἡ πόλις παροξύνεται. μύρια· ὁ ἀριθμὸς προπαροξύνεται, μυρία· τὰ πολλὰ παροξύνεται.