Ancient Greek · ~3 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-16-10
Not analysed yet
ὅμως· ὁ ἐναντιωματικὸς σύνδεσμος παροξύνεται, ὁμῶς· τὸ ὁμοίως περισπᾶται. ὅμοιος· τὸ ἐπὶ τοῦ καταλογάδην προπαροξύνεται, ὁμοῖος· ἐπὶ τῶν ἐπῶν. οὔκουν· τὸ οὐδαμῶς παροξύνεται, οὐκοῦν· ὁ σύνδεσμος περισπᾶται. οἶος· ὁ μόνος ψιλοῦται καὶ <προ>περισπᾶται, οἷος· τὸ ὁποῖος δασύνεται, Οἰός· ὁ δῆμος Ἀττικῆς ὀξύνεται. ὅλος· τὸ ἐπίθετον βαρύνεται, ὀλός· τὸ βάμμα τῆς σηπίας ὀξύνεται. ὀρός· ἡ ὑποστάθμη τοῦ γάλακτος ὀξύνεται, ὄρος· ὁ μέγας λίθος καὶ τὸ προσηγορικὸν παροξύνεται. Ὄρθος· τὸ κύριον· ἔστι δὲ ὄνομα κυνός, παροξύνεται, ὀρθός· ὁ ἴσος ὀξύνεται. ὅρμος· ὁ λιμὴν βαρύνεται, ὁρμός· ὁ περιτραχήλιος κόσμος ἐξ οὗ καὶ ὁρμίσκος ὀξύνεται. Ὄφλων· τὸ ἐθνικόν, Ὄφλονες γὰρ ἔθνος Ἀρμενίας, ὀφλῶν· ἡ μετοχή. ὅρκος· ἡ ἐπιορκία βαρύνεται, ὁλκός· ὁ καθέλκων καὶ σύρων ὀξύνεται.