Ancient Greek · ~6 min
1 to 24
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-17-24
Not analysed yet
Πάλλας· τὸ κύριον βαρύνεται, Παλλὰς δὲ ἡ θεὸς ὀξύνεται. Πάν· τὸ ζῷον ὀξύνεται, πᾶν· τὸ οὐδέτερον περισπᾶται. παίων· ὁ τύπτων βαρύνεται, Παιῶν· τὸ ἐθνικὸν περισπᾶται. παιδεία· ἡ παίδευσις παροξύνεται καὶ διὰ τῆς ει διφθόγγου, παιδιὰ δὲ ὀξυτόνως τὸ παίγνιον καὶ διὰ τοῦ ι γράφεται. Παρθενίκη· κύριον, ταύτῃ συγγενόμενος ὁ Ὠκεανὸς γεννᾷ Εὐρώπην †τὴν Θρᾴκα†, περθενικὴ δὲ ἡ παρθένος. πάγετος· ψύξις, παγετός· τὸ πεπηγὸς ὕδωρ. πεύκινος· ἀπὸ ξύλου πεύκης προπαροξύνεται, Πευκινός· τὸ ἐθνικὸν ὄνομα ὀξύνεται. πίνων· ὁ πίνων ποτὸν παροξύνεται, πεινῶν· ὁ πειναλέων περισπᾶται καὶ διὰ διφθόγγου. πείρω· τὸ τιτρώσκω παροξύνεται, πειρῶ· τὸ πειράζω περισπᾶται. πλειών· ὁ ἐνιαυτὸς ὀξύνεται, πλείων· τὸ συγκριτικὸν παροξύνεται. Πελείας· τὸ κύριον παροξύνεται, πελιάς· τὸ προσηγορικὸν ὀξύνεται. πέρι· ἡ ἀναστρεφομένη πρόθεσις βαρύνεται, περί· ἡ οὐκ ἀναστρεφομένη ὀξύνεται. Πλούτων· ὁ Ἅδης παροξύνεται, πλουτῶν· ἡ μετοχὴ περισπᾶται. ποία· τὸ ἐρωτηματικὸν παροξύνεται, ποιά· ἡ ποιότης, ἡ ποριστικὴ ὀξύνεται. ποῖον· τὸ ἐρωτηματικὸν προπερισπᾶται, †ποιόν†· τὸ ὑγρὸν τοῦ σώματος ὀξύνεται. πόνηρος· ὁ μοχθηρὸς προπαροξύνεται, πονηρός· ὁ κακὸς ὀξύνεται. πότος· τὸ συμπόσιον παροξύνεται, ποτός· τὸ πινόμενον ὀξύνεται. πορφύρα· τὸ ἱμάτιον παροξύνεται, πορφυρὰ δὲ τὸ ἐπίθετον ὀξύνεται. Πρασία· πόλις Πελοποννήσου παροξύνεται, πρασιά· τὸ γεωργικὸν σχῆμα ὀξύνεται. πρωτόγονος· ὁ πρῶτος τεχθεὶς προπαροξύνεται, πρωτογόνος· ἡ πρῶτα τίκτουσα παροξύνεται. ὁμοίως καὶ πρωτότοκος καὶ πρωτοτόκος. Πύλαιος· τὸ κύριον προπαροξύνεται, Πυλαῖος· ὁ ἀπὸ τῆς Πύλου Ἑρμῆς προπερισπᾶται. Πύρρος· τὸ κύριον παροξύνεται πυρρός· ὁ ξανθὸς ὀξύνεται. Πρῶτος· τὸ κύριον προπερισπᾶται, πρωτός· ὁ εἱμαρμένῃ ὑποπεπτωκὼς ὀξύνεται. Πολέμων· τὸ κύριον παροξύνεται, πολεμῶν· ἡ μετοχὴ περισπᾶται.