Ancient Greek · ~2 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-23-10
Not analysed yet
†Χαλίνη†· νησίδιον τῆς Ῥόδου, †χαλινή†· τὸ τριγενὲς ὀξύνεται. Χαλκιδίκη· τὸ κύριον, Χαλκιδική· τὸ ἐθνικόν. Χαρίτων· τὸ κύριον, χαριτῶν· ἡ μετοχὴ περισπᾶται. Χία· τὸ ἐθνικὸν διὰ τοῦ ι, χειά· ἡ κατάδυσις τοῦ ὄφεως διὰ διφθόγγου. χεῖλος· τὸ μέρος τοῦ σώματος <διὰ> διφθόγγου καὶ προπερισπᾶται, χιλός· ἡ τροφὴ διὰ τοῦ ι καὶ ὀξύνεται. Χίων· τὸ κύριον, †οὕτω καθήρας Ἡρακλῆς†, χιών· τὸ θηλυκόν. Χίτων· πόλις, χιτῶν· τὸ ἔνδυμα. Χίος· τὸ ἐθνικὸν διὰ τοῦ ι, χειός· ὁ φωλεὸς διὰ διφθόγγου. Χρῆστος· τὸ κύριον, χρηστός· τὸ ἐπίθετον ὁ ἐπιεικής. Χῶλος· τὸ κύριον ὄνομα προπερισπᾶται· ἔστι δὲ ὄνομα ῥήτορος, τὸ δὲ ἐπίθετον ὀξύνεται.