Ancient Greek · ~2 min
1 to 11
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-22-11
Not analysed yet
Φᾶσις· ποταμὸς Κολχίδος προπερισπᾶται, φάσις· ἡ ἀγγελία παροξύνεται. Φάνος· τὸ κύριον παροξύνεται, φανός· τὸ προσηγορικὸν ὀξύνεται. φάρος· τὸ ἔνδυμα παροξύνεται, Φαρός· ἡ νῆσος ὀξύνεται. Φαῖδρος· τὸ κύριον προπερισπᾶται, φαιδρός· ὁ λαμπρὸς ὀξύνεται. Φαῖα· πόλις Πιερίας προπερισπᾶται, φαιά· ἡ μέλαινα ὀξύνεται. φιλήτης· ὁ κλέπτης παροξύνεται, φιλητής· ὁ ἐραστὴς ὀξύνεται. Φίλων· τὸ κύριον παροξύνεται, φιλῶν· ἡ μετοχὴ περισπᾶται. φλήναφος· ἡ φλυαρία προπαροξύνεται, φληναφός· ὁ φλύαρος ὀξύνεται. φόρος· τὸ ἐνιαυσιαῖον τέλος παροξύνεται, φορός· ὁ ἐπιτήδειος ἄνεμος ὀξύνεται. φυλακή· τὸ δεσμωτήριον ὀξύνεται καὶ τὸ ἐπίθετον, Φυλάκη· ἡ πόλις παροξύνεται. φώς· ὁ ἄνθρωπος ὀξύνεται, φῶς· ἡ αὐγὴ περισπᾶται.