Ancient Greek · ~7 min
1 to 29
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-27-29
Not analysed yet
ἄγων· ἡ μετοχὴ παροξύνεται, ἀγών· αὐτὸς ὁ ἀγών, τὸ περιεκτικὸν ὀξύνεται. Αἶνος· ἡ πόλις καὶ ὁ ἔπαινος προπερισπᾶται, αἰνός· ὁ κακὸς ὀξύνεται. ἄγριος· ὁ ἠγριώμενος, ὁ ἀνήμερος προπαροξύνεται, ἀγρεῖος· τὸ κτητικὸν προπερισπᾶται, ὁ ἐν ἀγρῷ διαιτώμενος. Ἀφέτη· ἡ νῆσος παροξύνεται, ἀφετή· ἡ ἀπόλυτος ὀξύνεται. ἁπλοῦς· ὁ ἀπερίεργος, ὁ ἀποίκιλος περισπᾶται, ἄπλους· ὁ μὴ πλεόμενος παροξύνεται. ἆρα· ὁ σύνδεσμος διαπορητικὸς προπερισπᾶται, ἄρα· ὁ συλλογιστικὸς σύνδεσμος παροξύνεται, ἀρά· ἡ εὐχὴ ὀξύνεται. Αἰόλος· τὸ κύριον παροξύνεται, αἴολος· ὁ ποικίλος προπαροξύνεται. Ἄνακες· ὅτε ἐπὶ τῶν Διοσκόρων προπαροξύνεται, ἀνακές· ὅτε ἐπιθετικὸν κατὰ στέρησιν τοῦ ἄκους ὀξύνεται, ἀνακῶς· τὸ ἐν φροντίδι καὶ ἐπιμελείᾳ εἶναι περισπᾶται. ἄγος· τὸ μύσος παροξύνεται, ἀγός· ὁ ἡγεμὼν ὀξύνεται. Ἄφρος· ὁ ἐθνικὸς παροξύνεται, ἀφρός· τὸ προσηγορικὸν ὀξύνεται. Ἀρίστων· τὸ κύριον παροξύνεται, ἀριστῶν· ἡ μετοχὴ περισπᾶται. ἁρπαγή· τὸ ἁρπάζειν ὀξύνεται, ἁρπάγης· τὸ σκεῦος προπαροξύνεται. ἀληθές· τὸ ὄνομα ὀξύνεται, ἄληθες· τὸ ἐπίρρημα τὸ δηλοῦν τὸ ἀληθῶς προπαροξύνεται. ἄρνειος· τὸ κτητικὸν προπαροξύνεται, ἀρνεῖος· ὁ ποιμὴν προπερισπᾶται, ἀρνειός· τὸ νεογενὲς πρόβατον ὀξύνεται. ἄγροικος· ὁ ἀμαθὴς προπαροξύνεται, ἀγροῖκος· ὁ ἐν ἀγρῷ διαιτώμενος προπερισπᾶται. αἰνότοκος· ὁ ἐπὶ κακῷ τεχθεὶς προπαροξύνεται, αἰνοτόκος· ἡ κατὰ γεννῶσα παροξύνεται. ἀγέλαιος· ὁ μαθητὴς προπαροξύνεται, ἀγελαῖος· ὁ ἐκ τῆς ἀγέλης προπερισπᾶται. ἄντικρυς· τὸ φανερῶς προπαροξύνεται, ἀντικρύ· τὸ ἐξεναντίας ὀξύνεται. ἄγνος· τὸ φυτὸν παροξύνεται, ἁγνός· ὁ καθαρὸς ὀξύνεται. Ἄγκυρα· ἡ πόλις Γαλατῶν προπαροξύνεται, ἀγκύρα· ἡ σχοῖνος τοῦ πλοίου παροξύνεται. ἀδελφιός· ὁ ἀδελφὸς ὀξύνεται, Ἀδέλφιος· τὸ κύριον προπαροξύνεται. Ἄδρα· ἡ πόλις Ἰλυρίδος παροξύνεται, ἀδρά· ἡ παχεῖα ὀξύνεται. ἀζόμενος· ὁ ξηραινόμενος προπαροξύνεται, ἀζομένος· ὁ ἐντρεπόμενος παροξύνεται. ἄθροος· ὁ ἀτάραχος προπαροξύνεται, ἀθρόος· ὁ συνηθροισμένος παροξύνεται. Ἄκρις· ἡ πόλις παροξύνεται, ἀκρίς· τὸ ζῷον ὀξύνεται. ἄμητος· ὁ καιρὸς τοῦ θέρους προπαροξύνεται, ἀμητός· αὐτὰ τὰ τεθερισμένα ὀξύνεται. Ἄμφις· τὸ κύριον παροξύνεται, ἀμφίς· τὸ χωρὶς ὀξύνεται· τινὲς ἐπιθετικὸν λέγουσι τοῦτο. Αὔγη· τὸ κύριον παροξύνεται, αὐγῆ· τὸ προσηγορικὸν περισπᾶται. ἀρτίτοκος· ὁ νεωστὶ τεχθεὶς προπαροξύνεται, ἀρτιτόκος· ἡ νεωστὶ τεκοῦσα παροξύνεται.