Ancient Greek
30 to 37
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 30-37
Not analysed yet
ἀρτίτομος· ὁ νεωστὶ κοπεὶς προπαροξύνεται, ἀρτιτόμος· ὁ νεωστὶ τέμνων παροξύνεται. ἀτέχνως· τὸ ἄνευ τέχνης παροξύνεται, ἀτεχνῶς· τὸ ἀληθῶς περισπᾶται. ἅττα· ἅτινα δασύνεται, ἄττα· τινὰ ψιλοῦται. αἴρων· ἡ μετοχὴ παροξύνεται, αἱρῶν· ὁ συλλαμβάνων περισπᾶται. Ἄθωος· ὁ Ζεὺς προπαροξύνεται, ἀθῶος· ὁ ἀζήμιος προπερισπᾶται. αὕτη· ἡ δεικτικὴ ἀντωνυμία παροξύνεται, αὐτή· ἡ μὴ δεικτικὴ ὀξύνεται. ἄγχου· τὸ ῥῆμα τὸ προστακτικὸν τὸ σημαῖνον τὸ πνίγου παροξύνεται, ἀγχοῦ· τὸ ἐπίρρημα τὸ τοπικὸν τὸ σημαῖνον τὸ πλησίον περισπᾶται. ἀγχίαλος· ὁ παραθαλάσσιος τόπος προπαροξύνεται, Ἀγχιαλός· ἡ πόλις ὀξύνεται.