Ancient Greek · ~6 min
1 to 25
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-31-25
Not analysed yet
ἕξ· ὁ ἀριθμὸς δασύνεται καὶ ὀξύνεται, ἔξ· ἡ πρόθεσις ψιλοῦται καὶ ὀξύνεται. εἷς· ὁ ἀριθμὸς δασύνεται καὶ περισπᾶται, εἲς· ἡ πρόθεσις ψιλοῦται καὶ βαρύνεται. Εὐάνθης· τὸ κύριον παροξύνεται, εὐανθής· ὁ εὐθαλὴς ὀξύνεται. ἔλεος· ὁ οἶκτος προπαροξύνεται, Ἐλέος· τὸ κύριον ὀξύνεται, ἔστι δὲ ὄνομα ποταμοῦ. Ἔλπις· τὸ κύριον παροξύνεται, γέγονε δὲ υἱὸς Ἀκέστου, ἐλπίς· τὸ θηλυκὸν ὀξύνεται. ἐξαίρετον· τὸ ἐπίλεκτον προπαροξύνεται, ἐξαιρετόν· τὸ ἀπόβλητον καὶ ἐκβαλλόμενον ὀξύνεται. Εὐπείθης· τὸ κύριον παροξύνεται, εὐπειθής· ὁ πειθαρχικὸς ὀξύνεται. Εὐσθένης· τὸ κύριον παροξύνεται, εὐσθενής· ὁ ῥωμαλαῖος ὀξύνεται. Εὐτύχεια· τὸ κύριον προπαροξύνεται, εὐτυχία· τὸ προσηγορικὸν παροξύνεται. ἔχθρα· ἡ μάχη παροξύνεται, ἐχθρά· ἡ πολεμία ὀξύνεται. ἕτερος· ὁ ἄλλος δασύνεται καὶ προπαροξύνεται, ἑταῖρος· ὁ φίλος δασύνεται καὶ προπερισπᾶται. ἕρμαιος· ὁ λόφος ψιλοῦται καὶ προπαροξύνεται, ἑρμαῖος· τὸ ἐπιθετικὸν προπερισπᾶται. ἐρίνεος· ὁ τῆς ἀγρίας συκῆς καρπὸς προπαροξύνεται, ἐρινεός· τὸ δένδρον ὀξύνεται. εἴκων· ὁ πειθόμενος παροξύνεται, εἰκών· ἡ γραφὴ ὀξύνεται. εἰδυία· ἡ ἐπισταμένη παροξύνεται, Εἴδυια· τὸ κύριον, γέγονεν μήτηρ Μηδείας, προπαροξύνεται. ἐλάσσων· ὁ μικρότερος παροξύνεται, ἐλασσῶν· ὁ μειῶν, ὁ σμικρύνων περισπᾶται. Εὐσέβων· τὸ ὄνομα παροξύνεται, εὐσεβῶν· ἡ μετοχὴ περισπᾶται. ἐξαίρει· ὑψοῖ, αὔξει παροξύνεται, ἐξαιρεῖ· ῥύεται περισπᾶται. ἔπι· ἡ πρόθεσις ὅταν ᾖ καθ' ὑπερβατὸν κειμένη παροξύνεται, οἷον τῆς γῆς ἔπι, ἐπί· ἡ αὐτὴ πρόθεσις ὅταν προτίθεται λέξεως ὀξύνεται, οἷον ἐπὶ τῆς ψυχῆς. Ἐπάρχεια· τὸ κύριον προπαροξύνεται, ἐπαρχία· ἡ τοποθεσία παροξύνεται. ἑνάς· ἡ μονὰς ὀξύνεται καὶ δασύνεται, ἐννάς· τὰ ἐννέα ψιλοῦται καὶ ὀξύνεται. ἕκτος· τὸ ἀριθμητικὸν παροξύνεται καὶ δασύνεται, ἐκτός· τὸ χωρὶς ὀξύνεται καὶ ψιλοῦται. ἔλευσις· ἡ ἄφιξις προπαροξύνεται, Ἐλευσίς· πόλις Ἀττικῆς ὀξύνεται. Ἐλεών· τὸ ἐθνικὸν ὀξύνεται, ἐλεῶν· ἡ μετοχὴ περισπᾶται. ἐλάων· ὁ διώκων παροξύνεται, ἐλαῶν· τὸ περιεκτικὸν περισπᾶται.