Ancient Greek · ~3 min
1 to 12
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-30-12
Not analysed yet
δίνη· ἡ συστροφὴ τῶν ὑδάτων παροξύνεται, δεινή· ἡ κακὴ καὶ κακοῦργος ὀξύνεται. Δίνων· τὸ κύριον παροξύνεται δινῶν· ἡ μετοχή, ὁ περιστρέφων, περισπᾶται. δῖνος· τὸ ποτήριον καὶ εἶδος ὀρχήσεως προπερισπᾶται, δεινός· ὁ δυνατὸς καὶ ὁ κακὸς ὀξύνεται. δῆμος· ὁ ὄχλος προπερισπᾶται, δημός· τὸ λίπος ὀξύνεται. Δολίχη· πόλις Πιερίας παροξύνεται, δολιχή· ἡ μακρὰ ὀξύνεται. δόλιος· ὁ πανοῦργος προπαροξύνεται, Δολίος· τὸ κύριον παροξύνεται. Δόλων· τὸ κύριον παροξύνεται, δολῶν· ἡ μετοχὴ περισπᾶται. διογενής· ὁ εὐγενὴς ὀξύνεται, Διογένης· τὸ κύριον παροξύνεται. δόκος· ἡ δόκησις καὶ ἡ ἀγχόνη παροξύνεται, δοκός· τὸ ξύλον ὀξύνεται. Δρύμος· τὸ κύριον παροξύνεται, δρυμός· τὸ προσηγορικὸν ὀξύνεται. Δίων· τὸ κύριον παροξύνεται, διῶν· ἡ μετοχὴ περισπᾶται. δεξαμένη· ἡ ὑποδεξαμένη παροξύνεται, δεξαμενή· τὸ δοχεῖον ὀξύνεται.