Ancient Greek
1 to 7
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-34-7
Not analysed yet
Θύρσος· τὸ κύριον παροξύνεται, θυρσός· τὸ στέμμα τῶν γάμων ὀξύνεται. θεότοκος· ὁ ὑπὸ θεοῦ τεχθεὶς προπαροξύνεται, θεοτόκος· ἡ θεὸν τεκοῦσα παροξύνεται. θέα· ἡ ὅρασις καὶ ἡ θεωρία παροξύνεται, θεά· ἡ θεός, ἡ Μοῦσα ὀξύνεται. Θήρων· τὸ κύριον παροξύνεται, θηρῶν· ἡ μετοχὴ περισπᾶται. θάμβος· ἡ ἔκπληξις παροξύνεται, θαμβός· ὁ ἐκπεπληγμένος ὀξύνεται. θέρμη· ἡ θερμότης παροξύνεται, θερμή· ἡ θερμαινομένη ὀξύνεται. θόλος· ὁ οἶκος τοῦ πρυτάνου παροξύνεται, θολός· ὁ τεταραγμένος ἢ τὸ μέλαν τῆς σηπίας ὀξύνεται.