Ancient Greek · ~3 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-35-10
Not analysed yet
Ἴων· καὶ τὸ κύριον καὶ τὸ ἐθνικὸν παροξύνεται, ἰών· ὁ ἰοῦ ἀνάμεστος καὶ ὁ πορευόμενος ὀξύνεται. Ἶρος· ὁ προσαίτης προπερισπᾶται, ἱρός· ὁ θαυμαστὸς ὀξύνεται. ἱδρύμενος· ὁ ἑδραζόμενος προπαροξύνεται, ἱδρυμένος· ὁ ἀφιερωθεὶς παροξύνεται. Ἱέρων· τὸ κύριον παροξύνεται, ἱερῶν· ὁ ἀνατιθέμενος, ἡ μετοχὴ περισπᾶται. ἴον· τὸ ἄνθος παροξύνεται, ἰόν· τὸ πορευόμενον ὀξύνεται. Ἵππων· τὸ κύριον παροξύνεται, ἱππών· τὸ περιεκτικὸν ὀξύνεται. Ἴσχυς· τὸ κύριον, ὁ ἀνὴρ τῆς Κορωνίδος, παροξύνεται, ἰσχύς· τὸ προσηγορικὸν ὀξύνεται. ἰωνιά· ὁ τόπος τῶν ἴων ὀξύνεται, Ἰωνία· †ἡ κακία† ἢ ἡ χώρα παροξύνεται. Ἴνδος· ὁ ποταμὸς Ἰνδίας παροξύνεται, Ἰνδός· τὸ ἐθνικὸν ὀξύνεται. ἶρις· τὸ τόξον προπερισπᾶται, ἴρις· τὸ κρίνον ἢ βοτάνη παροξύνεται.