Ancient Greek · ~2 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-38-10
Not analysed yet
μένω· ὁ ἐνεστὼς παροξύνεται, μενῶ· ὁ μέλλων περισπᾶται. μόνη· τὸ τριγενὲς παροξύνεται, μονή· ἡ καταμονὴ ἢ τὸ μοναστήριον, τὸ μονογενές, ὀξύνεται. Μύλλος· τὸ κύριον παροξύνεται· οὗτος δὲ πρῶτος μίλτῳ τὸ πρόσωπον ἐχρίσατο, μυλλός· ὁ διεστραμμένος τὰς ὄψεις ὀξύνεται, μύλλος· τὸ προσηγορικὸν παροξύνεται. Μάκρον· ἀκρωτήριον Σικελίας παροξύνεται, μακρόν· τὸ ἐπίμηκες ὀξύνεται. μείων· ὁ μικρότερος παροξύνεται, μειῶν· ὁ ἐλαττῶν περισπᾶται. μύρια· ὁ ἀριθμὸς προπαροξύνεται, μυρία· τὰ πολλὰ παροξύνεται. μηδίκη· ὁ χόρτος παροξύνεται, Μηδική· ἡ Περσικὴ ὀξύνεται. μύω· τὸ καμμύω παροξύνεται, μυῶ· διδάσκω περισπᾶται. Μύρων· τὸ κύριον καὶ ἡ πόλις παροξύνεται, μυρῶν· μυρίζων περισπᾶται. Μελιτίνη· τὸ κύριον παροξύνεται, Μελιτινή· τὸ ἐθνικὸν ὀξύνεται.