Ancient Greek · ~4 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-37-16
Not analysed yet
Λήναιος· τὸ κύριον προπαροξύνεται, Ληναῖος· ὁ Διόνυσος προπερισπᾶται. Λᾶγος· τὸ κύριον προπερισπᾶται· γέγονε δὲ πατὴρ Πτολεμαίου, λαγός· τὸ ζῷον ὀξύνεται. λάρος· τὸ ὄρνεον παροξύνεται, λαρός· ὁ ἡδὺς ὀξύνεται. λάβε· ἡ κοινὴ διάλεκτος παροξύνεται, λαβέ· ἡ Ἀτθὶς ὀξύνεται. Λυσίας· τὸ ἀρσενικόν, ὁ Ἀθηναῖος ῥήτωρ, παροξύνεται, Λυσιάς· τὸ θηλυκόν, πόλις Ἀρκαδίας, ὀξύνεται. Λάμπρα· ἡ πόλις παροξύνεται, λαμπρά· ἡ φαιδρὰ ὀξύνεται. λάβῃ· δέξηται παροξύνεται, λαβή· ἡ πρόφασις ὀξύνεται. Λῶτος· τὸ κύριον [καὶ τὸ μάντευμα] προπερισπᾶται, λωτός· τὸ ἄνθος ὀξύνεται. λεύκη· τὸ φυτὸν παροξύνεται, λευκή· τὸ ἐπίθετον ὀξύνεται. λόγιον· τὸ μάντευμα προπαροξύνεται, λογεῖον· τὸ τοῦ θεάτρου προπερισπᾶται. Λιπάρα· νῆσος Σικελίας παροξύνεται, λιπαρά· ἡ εὔτροφος ὀξύνεται. λιθότομος· ὁ ὑπὸ λίθου τμηθεὶς προπαροξύνεται, λιθοτόμος· ὁ τοὺς λίθους τέμνων παροξύνεται. Λάκων· τὸ ἐθνικὸν παροξύνεται, λακῶν· ἡ μετοχὴ περισπᾶται. Λεύκων· τὸ κύριον παροξύνεται, λευκῶν· ἡ μετοχὴ περισπᾶται. Λάθων· ὁ ποταμὸς Πενταπόλεως παροξύνεται, λαθῶν· ἡ μετοχὴ περισπᾶται. Λέπτη· †ὁ κρατῶν† Αἰγύπτου παροξύνεται, λεπτή· ἡ ἀστεία τῷ σώματι ὀξύνεται.