Ancient Greek · ~3 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-41-9
Not analysed yet
ὅρμος· ὁ λιμὴν παροξύνεται, ὁρμός· ὁ περιτραχήλιος κόσμος ὀξύνεται. ὄρος· τὸ προσηγορικὸν καὶ ὄρος ὁ παμμεγέθης λίθος παροξύνεται, ὀρός· ἡ ὑποστάθμη τοῦ γάλακτος ὀξύνεται. Ὄρθος· τὸ κύριον παροξύνεται· ἔστι δὲ ὄνομα κυνὸς ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς, ὀρθός· ὁ ἴσος, τὸ ἐπιθετικὸν ὀξύνεται. οὔκουν· οὐδαμῶς παροξύνεται, οὐκοῦν· ὁ σύνδεσμος ὅτε σημαίνει τὸ ἄρα περισπᾶται. οἶος· ὁ μόνος προπερισπᾶται, Οἰός· ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται. ὅλος· τὸ τριγενὲς παροξύνεται, ὀλός· τὸ τῆς σηπίας βάμμα ὀξύνεται. ὅμως· ὁ ἐναντιωματικὸς σύνδεσμος παροξύνεται, ὁμῶς· ὁμοίως περισπᾶται. ὅμοιος· ὁ αὐτός, ἐπὶ τοῦ καταλογάδην, προπαροξύνεται, ὁμοῖος· ἐπὶ τῶν ἐπῶν προπερισπᾶται. Ὄφλων· ἔθνος Ἀρμενίας παροξύνεται, ὀφλῶν· ὁ μετοχή, ὀφελῶν, περισπᾶται.