Ancient Greek · ~7 min
1 to 26
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-42-26
Not analysed yet
πατρῷος· τὸ κτητικὸν προπερισπᾶται, πατρωός· ὀξύνεται. πρών· †ἡ μετοχὴ† τοῦ ὄρους ὀξύνεται, πρῶν· περισπᾶται ὅτε δηλοῖ τὸ ἤδη, πρώην γὰρ ἦν. πείρω· τὸ διαπλέκω παροξύνεται, πειρῶ· τὸ πειράζω περισπᾶται. Πλούτων· τὸ ὄνομα τοῦ Ἅδου παροξύνεται, πλουτῶν· ἡ μετοχὴ περισπᾶται. Πελείας· τὸ κύριον παροξύνεται, πελειάς· τὸ προσηγορικὸν ὀξύνεται. Πύρρος· τὸ κύριον παροξύνεται, πυρρός· τὸ τριγενὲς ὀξύνεται. πίνων· ἐπὶ τῆς πόσεως παροξύνεται, πεινῶν· ἐπὶ τῆς βρώσεως περισπᾶται. πόνηρος· ὁ μοχθηρὸς προπαροξύνεται, πονηρός· ὁ κακός, ὁ φαῦλος ὀξύνεται. ποῖος· τὸ ἐρωτηματικὸν προπερισπᾶται, ποιός· ὁ πεποιημένος ὀξύνεται. πέρι· ἡ πρόθεσις ἀναστρέφουσα παροξύνεται, περί· ἡ πρόθεσις οὐκ ἀναστρέφουσα ὀξύνεται. Πάν· τὸ ζῷον, ὁ περὶ τὸν Διόνυσον δαίμων ὀξύνεται, πᾶν· τὸ οὐδέτερον περισπᾶται. πρωτόγονος· ὁ πρῶτος τεχθεὶς προπαροξύνεται, πρωτογόνος· ἡ πρώτως τεκοῦσα παροξύνεται. πρωτότοκος· ὁ πρῶτος γεννηθεὶς προπαροξύνεται, πρωτοτόκος· ἡ πρώτως γεννῶσα παροξύνεται. Πολέμων· τὸ κύριον παροξύνεται, πολεμῶν· ἡ μετοχὴ περισπᾶται. πλείων· τὸ συγκριτικὸν παροξύνεται, πλειών· ὁ ἐνιαυτὸς ὀξύνεται. παιδεία· ἡ παίδευσις παροξύνεται, παιδιά· ὁ γέλως καὶ τὸ παίγνιον ὀξύνεται. παιδία· τὰ νήπια παροξύνεται, παιδία· οἱ κάμποι παροξύνεται. Πρῶτος· τὸ κύριον, ὁ τάξει προέχων προπερισπᾶται, πρωτός· ὁ εἱμαρμένῃ ὑποπεπτωκὼς ὀξύνεται. Παρθενίκη· τὸ κύριον παροξύνεται· ταύτῃ δὲ συγγενόμενος Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θράκην, παρθενική· ἡ παρθένος ὀξύνεται. Πύλαιος· τὸ κύριον προπαροξύνεται, Πυλαῖος· ὁ ἀπὸ τῆς Πύλου Ἑρμῆς προπερισπᾶται. πότος· τὸ συμπόσιον παροξύνεται, ποτός· ἡ πόσις, ὁ πόσιμος ὀξύνεται. παίων· ὁ τύπτων παροξύνεται, παιών· τὸ πολεμικὸν †βέλος† ὀξύνεται. πεύκιος· ὁ ἀπὸ τοῦ πευκίνου ξύλου προπαροξύνεται, Πευκεῖος· τὸ ἐθνικὸν τὸ ἀπὸ Πεύκης πόλεως προπερισπᾶται. Πάλλας· τὸ κύριον, ἔστι ὄνομα ἥρωος, παροξύνεται, Παλλάς· ἡ Ἀθηνᾶ ὀξύνεται. Πρασία· πόλις Πελοπονήσου παροξύνεται, πρασιά· τὸ γεωργικὸν σχῆμα ὀξύνεται. ποῖα· τὸ ἐρωτηματικὸν ὄνομα προπερισπᾶται, ποιά· ἡ ποιητικὴ ὀξύνεται.