Ancient Greek · ~3 min
1 to 12
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-44-12
Not analysed yet
σταφύλη· τὸ τεκτονικὸν ἐργαλεῖον παροξύνεται, σταφυλή· ὁ καρπὸς καὶ ἡ κιονὶς ὀξύνεται. Σπάρτη· τὸ κύριον παροξύνεται, σπαρτή· ἡ ἐσπαρμένη. Σειρική· τὸ ἐθνικὸν ὀξύνεται, Σειρίκη· τὸ κύριον παροξύνεται. στρατεία· τὸ ἀξίωμα παροξύνεται, στρατιά· τὸ πολεμικὸν πλῆθος ὀξύνεται. Σίνων· τὸ κύριον παροξύνεται, σινῶν· ἡ μετοχὴ περισπᾶται. στένων· ὁ στενάζων παροξύνεται, στενῶν· ὁ στενοχωρῶν περισπᾶται. στίλβον· τὸ λάμπον παροξύνεται, στιλβόν· τὸ λαμπρόν, τὸ ἐστιλβωμένον ὀξύνεται. σχέδιος· λόγος προπαροξύνεται, Σχεδίος· τὸ κύριον παροξύνεται. Σίμων· τὸ κύριον· παροξύνεται, σιμῶν· ἡ μετοχὴ περισπᾶται. σίμος· ὁ ἰχθὺς παροξύνεται, σιμός· τὸ ἐπίθετον ὀξύνεται. Σάρων· θαλάσσιος δαίμων παροξύνεται, σαρῶν· ὁ κοσμῶν γῆν περισπᾶται. Σίγηλος· τὸ κύριον προπαροξύνεται· οὕτως δὲ ἐκαλεῖτο πρῶτον ὁ Νάρκισσος. σιγηλός· ὁ σιωπηλὸς ὀξύνεται.