Ancient Greek · ~3 min
1 to 13
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-45-13
Not analysed yet
Τίμων· τὸ κύριον παροξύνεται, τιμῶν· ἡ μετοχὴ περισπᾶται. Τρύφων· τὸ κύριον παροξύνεται, τρυφῶν· ἡ μετοχὴ περισπᾶται. τρίτων· τὸ προσηγορικὸν παροξύνεται, τριτῶν· ἡ μετοχὴ περισπᾶται. τηλέσκοπος· ὁ πόρρωθεν βλεπόμενος προπαροξύνεται, τηλεσκόπος· ὁ πόρρωθεν βλέπων παροξύνεται. Τῦρος· ἡ πόλις προπερισπᾶται, τυρός· τὸ προσηγορικόν, τὸ πεπηγὸς γάλα ὀξύνεται. τίνες· τὸ ἐρωτηματικὸν παροξύνεται, τινές· τὸ ἀόριστον ὀξύνεται. τύφων· ὁ καίων, ἡ μετοχὴ παροξύνεται, Τυφών· τὸ θηρίον, ὁ δράκων ὀξύνεται. τόμος· ὁ χάρτης παροξύνεται, τομός· ὁ τμητικὸς ὀξύνεται. Τεῦκρος· τὸ κύριον προπερισπᾶται, Τευκρός· τὸ ἐθνικόν, ὁ Φρὺξ ὀξύνεται. Τύχων· ὁ περὶ τὴν Ἀφροδίτην θεὸς παροξύνεται, τυχών· ἡ μετοχή, ἐπιτυχὼν ὀξύνεται. Τίλων· τὸ κύριον παροξύνεται, τιλῶν· ἡ μετοχὴ περισπᾶται. τρεῖς· ὁ πληθυντικὸς ἀριθμὸς περισπᾶται, τρίς· τὸ ἀριθμητικὸν ἐπίρρημα ὀξύνεται. Τύρας· ὁ ποταμὸς <Σ>αρματίας παροξύνεται, τυράς· ὁ τυροπώλης ὀξύνεται.