Ancient Greek · ~5 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-5-16
Not analysed yet
Δόλων· τὸ κύριον βαρύνεται, δολῶν· ἡ μετοχὴ περισπᾶται. Δάφνις· τὸ κύριον παροξύνεται, δαφνίς· τὸ φυτὸν ὀξύνεται. δάϊς· ἡ μάχη παροξύνεται, δαῒς δὲ ἡ λαμπὰς ὀξύνεται. δεζαμένη· ἡ μετοχὴ βαρύνεται, δεζαμενὴ δὲ ἡ δεχομένη τὰ ὕδατα ὀξύνεται. δεινή· ἡ κακουργὸς ὀξύνεται καὶ διὰ τῆς ει διφθόγγου γράφεται, ἡ δὲ συστροφὴ τοῦ ὕδατος βαρύνεται καὶ διὰ τοῦ ι γράφεται οἷον δίνη. δειρή· ὁ τράχηλος ὀξύνεται, ἡ δὲ πόλις παροξύνεται Δείρη. δῆμος· ὁ ὄχλος προπερισπᾶται, δημός· τὸ λίπος ὀξύνεται. Διογένης· τὸ κύριον βαρύνεται, διογενής· τὸ ἐπίθετον ὀξύνεται. Δίνων· τὸ κύριον παροξύνεται, δινῶν· ἡ μετοχὴ περισπᾶται. δῖνος· τὸ ποτήριον καὶ ἡ ὄρχησις προπερισπᾶται, δεινός· ὁ κακὸς ὀξύνεται καὶ διὰ τῆς ει διφθόγγου γράφεται. δόκος· ἡ δόκησις καὶ ἡ ἀγχόνη βαρύνεται, δοκός· τὸ ξύλον ὀξύνεται. Δοκίμιον· ἡ τῆς Φρυγίας πόλις προπαροξύνεται καὶ διὰ τοῦ ι γράφεται, δοκιμεῖον δὲ τὸ προσηγορικὸν προπερισπᾶται καὶ διὰ διφθόγγου γράφεται. δόλιχος· τὸ ὄσπριον καὶ τὸ ὄνομα τοῦ δρόμου προπαροξύνεται, τὸ δὲ ἐπίθετον ὀξύνεται. Δολίχη· ἡ νῆσος καὶ ἡ πόλις Πιερίας βαρύνεται, δολιχή· ἡ μακρὰ ὀξύνεται. δόλιος· ὁ πανοῦργος προπαροξύνεται, Δολίος· τὸ κύριον παροξύνεται. Δρύμος· τὸ κύριον παροξύνεται, δρυμός· τὸ προσηγορικὸν ὀξύνεται.