Ancient Greek · ~6 min
1 to 22
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-6-22
Not analysed yet
εἴκων· ὁ πειθόμενος παροξύνεται, εἰκών· τὸ ἀπεικόνισμα ὀξύνεται. Εἴδυια· τὸ κύριον προπαροξύνεται, εἰδυῖα· ἡ μετοχὴ προπερισπᾶται. ἐξ· ἡ πρόθεσις ψιλοῦται, ἕξ· ὁ ἀριθμός δασύνεται αἴξ, τὴν αἶγα, ψιλοῦται καὶ ὀξύνεται. Ἐλάττων· τὸ ὄνομα παροξύνεται, ἐλαττῶν· ἡ μετοχὴ περισπᾶται. Εὐσέβων· τὸ κύριον παροξύνεται, εὐσεβῶν· ἡ μετοχὴ περισπᾶται. ἐξαίρει· τὸ αὔξει παροξύνεται, ἐξαιρεῖ· †τὸ ἀρέσκει† καὶ ῥύεται περισπᾶται. ἐπί· ἡ πρόθεσις ὀξύνεται, ἀναστρεφομένη δὲ βαρύνεται ἔπι. ἐλεῶν· ἡ μετοχὴ περισπᾶται, Ἐλεών· ἡ πόλις ὀξύνεται. Ἐπάρχεια· τὸ κύριον προπαροξύνεται καὶ διὰ διφθόγγου γράφεται, ἐπαρχία· ἡ τοποθεσία παροξύνεται καὶ διὰ τοῦ ι γράφεται. ἕρμαιον· τὸ εὕρεμα προπαροξύνεται, Ἑρμαῖον· τὸ κτῆμα τοῦ Ἑρμοῦ προπερισπᾶται. †ἐλαίων†· ὁ διώκων παροξύνεται, ἐλαιών· τὸ περιεκτικὸν ὀξύνεται. Εὐάνθης· τὸ κύριον παροξύνεται, εὐανθής· ὁ εὐθαλὴς ὀξύνεται. ἔλεος· ὁ οἶκτος προπαροξύνεται, Ἐλεός· τὸ κύριον ὀξύνεται· ἔστιν ὄνομα ποταμοῦ. ἐλπίς· τὸ θηλυκὸν ὀξύνεται, Ἔλπις· τὸ κύριον παροξύνεται· ἔστι δὲ υἱὸς Ἀκέστου. ἔνοσις· ὁ σεισμὸς διὰ τοῦ ο μικροῦ γράφεται καὶ ψιλοῦται, ἕνωσις· ἡ συνάφεια διὰ τοῦ ω μεγάλου καὶ δασύνεται. Εὐπείθης· τὸ κύριον βαρύνεται, εὐπειθής· τὸ ἐπίθετον ὀξύνεται. Εὐσθένης· τὸ κύριον παροξύνεται, εὐσθενής· τὸ ἐπίθετον ὀξύνεται. Εὐτύχεια· τὸ κύριον προπαροξύνεται καὶ διὰ τῆς ει διφθόγγου γράφεται, εὐτυχία· τὸ προσηγορικὸν παροξύνεται καὶ διὰ τοῦ ι γράφεται. ἔχθρα· ἡ μάχη παροξύνεται, ἐχθρά· ἡ πολεμία ὀξύνεται. ἔπει· τῷ λόγῳ καὶ λέγει βαρύνεται, ἐπεὶ δὲ ὁ σύνδεσμος ὀξύνεται. ἕκτος· τὸ ἀριθμητικὸν δασύνεται καὶ βαρύνεται, ἐκτός· ἐπίρρημα ψιλοῦται καὶ ὀξύνεται. ἔλευσις· ἡ ἄφιξις προπαροξύνεται, Ἐλευσίς· τὸ ὄνομα τοῦ δαίμονος.