Ancient Greek · ~7 min
1 to 31
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-51-31
Not analysed yet
ἄγνος· τὸ φυτὸν παροξύνεται, ἁγνός· ὁ καθαρὸς ὀξύνεται. ἄγος· τὸ μύσος παροξύνεται, ἀγός· ὁ ἡγεμὼν ὀξύνεται. ἄγων· ἡ μετοχή, ὁ φέρων παροξύνεται, ἀγών· τὸ περιεκτικὸν ὀξύνεται. Αἶνος· ἡ πόλις καὶ ὁ ἔπαινος προπερισπᾶται, αἰνός· ὁ κακὸς καὶ ὁ δεινὸς ὀξύνεται. ἄμητος· ὁ καιρὸς τοῦ θερισμοῦ <προ>παροξύνεται, ἀμητός· αὐτὰ τὰ θερίσματα ὀξύνεται. ἀγροῖκος· ὁ ἀμαθὴς προπερισπᾶται, ἄγροικος· ὁ ἐν ἀγρῷ οἰκῶν προπαροξύνεται, Αὔγη· τὸ κύριον παροξύνεται, αὐγῆ· τὸ κτητικὸν καὶ προσηγορικὸν περισπᾶται. ἀτέχνως· τὸ δίχα τέχνης παροξύνεται, ἀτεχνῶς· τὸ ἀληθῶς περισπᾶται. Ἄστηρ· ἡ πόλις παροξύτονος, ἀστήρ· ὁ τοῦ οὐρανοῦ, τὸ προσηγορικὸν ὀξύνεται. ἄρνειος· τὸ κτητικὸν προπαροξύνεται, ὡς ἄρνειος πούς, ἀρνειός· ὁ ἀρνὸς ὀξύνεται, Ἀρνεῖος· ὁ μὴν καὶ ἐνιαυτὸς προπερισπᾶται. Ἀρίστων· τὸ κύριον παροξύνεται, ἀριστῶν· ὁ τρώγων περισπᾶται. αἴρων· †ὁ λαμβάνων† παροξύνεται, αἱρῶν· ὁ ἀγρεύων περισπᾶται. Ἄργος· τὸ κύριον παροξύνεται· τοῦτον δὲ ἀπέκτεινεν ὁ Ἑρμῆς, ἀργός· ὁ μὴ κάμνων καὶ ὀκνηρὸς ὀξύνεται. Αἴμων· ὁ ἔμπειρος, αἰμῶν· ὁ ἀπείρων. ἄγρειος· ὁ ἀνήμερος προπαροξύνεται, ἀγρεῖος· τὸ κτητικόν, ὁ ἐν ἀγρῷ οἰκῶν προπερισπᾶται. Ἀφέτη· ἡ νῆσος, ἀφετή· ἡ ἀπόλυτος. ἄπλους· ἡ μὴ πλεομένη παροξυτόνως, ἁπλοῦς· ὁ ἀποίκιλτος περισπᾶται. Αἴολος· τὸ κύριον, αἰόλος· ὁ ποικίλος. ἄληθες· τὸ ἐπίρρημα προπαροξύνεται, ἀληθές· τὸ ἀψευδὲς ὀξυτόνως. αἰνότοκος· ὁ ἐπὶ κακῷ τεχθεὶς προπαροξύνεται, αἰνοτόκος· ἡ κατὰ γεννῶσα παροξύνεται. ἀγέλαιος· ὁ ἀμαθής, ἀγελαῖος· ὁ ἐκ τῆς ἀγέλης. ἅττα· ἅτινα δασύνεται, ἄττα· τινὰ ψιλοῦται. Ἄθωος· ὁ Ζεὺς καὶ τὸ ὄρος, ἀθῷος· ὁ ἀζήμιος μετὰ τοῦ ι. ἀζόμενος· ὁ ξηραινόμενος ψιλοῦται, ἁζόμενος· ὁ ἐντρεπόμενος δασύνεται. ἄθροος· ὁ ἀτάραχος προπαροξύνεται, ἀθρόος· συνηθροισμένος παροξύνεται. ἄντικρυς· φανερῶς προπαροξύνεται, ἀντικρύ· τὸ ἐξεναντίας ὀξύνεται καὶ δίχα τοῦ ϛ. ἀρτίτοκος· ὁ νεωστὶ τεχθεὶς προπαροξύνεται, ἀρτιτόκος· ἡ νεωστὶ τεκοῦσα παροξύνεται. ἀρτίτομος· ὁ νεωστὶ κοπεὶς προπαροξύνεται, ἀρτιτόμος· ὁ νεωστὶ τεμὼν παροξύνεται. Ἀσκλήπιος· ἐπὶ ἀνθρώπου, Ἀσκληπιός· ἐπὶ δαίμονος. αὕτη· ἡ δεικτικὴ ἀντωνυμία παροξύνεται, αὐτή· ἡ μὴ δεικτικὴ ὀξύνεται. ἄρα· ὁ σύνδεσμος παροξύνεται, ἀρά· εὐχή, κατάρα ὀξύνεται.